1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

52

ἀληθεύειν, ἀλλὰ τῶν ἐναντίων αἱ ἐναντίαι· τὸ μὲν γὰρ σωφρονεῖν τῆς κατ' ἀρετήν ἐστιν ἕξεως· τὸ δὲ ἀκολασταίνειν τῆς κακίας· οὐκ εἰσὶν ἄρα τῶν δυνάμεων αἱ κακίαι ἀλλὰ τῶν ἕξεων καὶ τῆς προαιρέσεως. οὐ γὰρ ἡ δύναμίς ἐστιν ἡ παρασκευάζουσα ἡμᾶς ἀκολασταίνειν ἢ ψεύδεσθαι, ἀλλ' ἡ προαίρεσις. ἐφ' ἡμῖν γὰρ ἦν ἀληθεύειν καὶ μὴ ψεύδεσθαι. εἴπερ οὖν οὐκ ἔστιν ἡ κακία δύναμις ἀλλ' ἕξις οὐχ ὁ τὴν δύναμιν δοὺς αἴτιος ἡμῖν τῶν κακῶν ἀλλ' ἡ ἕξις ἡ παρ' ἡμῶν καὶ δι' ἡμῶν καὶ δι' ἡμᾶς προσγινομένη. ἐξῆν γὰρ τὴν ἐναντίαν ἕξιν ἐκ τῆς γυμνασίας κτήσασθαι καὶ μὴ τὴν φαύλην. διαφέρει δὲ δύναμις ἕξεως τῷ πάσας μὲν τὰς δυνάμεις φυσικὰς εἶναι, τὰς δὲ ἕξεις ἐπεισάκτους· καὶ τῷ τὰς μὲν δυνάμεις ἀδιδάκτους εἶναι, τὰς δὲ ἕξεις ἐκ μαθήσεως καὶ ἔθους προσγίνεσθαι. εἰ τοίνυν ἡ δύναμις φυσική τις καὶ ἀδίδακτος, ἡ δὲ ἕξις ἐπίκτητος καὶ διδακτή, οὐχ ἡ φύσις αἰτία τῶν κακῶν, ἀλλὰ τὸ κακῶς ἡμᾶς ἦχθαι, καὶ διὰ τοῦτο κακὴν ἕξιν κτήσασθαι. πᾶσα γὰρ ἕξις ἐπίκτητος ἐδείχθη. ὅτι δὲ φύσει εἰσὶν αἱ δυνάμεις δῆλον ἐκ τοῦ πάντας τὰς αὐτὰς ἔχειν δυνάμεις πλὴν τῶν πεπηρωμένων. ὅτι δὲ αἱ ἕξεις οὐ φυσικαὶ δῆλον ἐκ τοῦ μὴ πάντας τὰς αὐτὰς ἕξεις ἔχειν, ἄλλους δὲ ἄλλας. τὰ γὰρ φύσει τὰ αὐτὰ παρὰ πᾶσιν. 41 περὶ προνοίασ Ὅτι μὲν αὐτεξούσιός ἐστιν ὁ ἄνθρωπος καὶ τίνων ἐστὶν αὐτεξούσιος καὶ διὰ ποίαν αἰτίαν αὐτεξούσιος γέγονεν αὐτάρκως ἐν τοῖς προλαβοῦσιν εἴρηται. ἐπειδὴ δὲ οὐ πᾶς ὁ προθέμενος φονεῦσαι πάντως φονεύει, ἀλλὰ ποτὲ μὲν φονεύει ποτὲ δὲ οὔ, τῆς πράξεως παρεμποδισθείσης καὶ μὴ δραμούσης κατὰ σκοπόν, πρόνοιαν δὲ τούτων ἔφαμεν αἰτίαν εἶναι καὶ οὐχ εἱμαρμένην, ἀκόλουθος τοῖς ἐφ' ἡμῖν ἐστιν ὁ περὶ τῆς προνοίας λόγος. διαιρεῖται δὲ καὶ οὗτος εἰς τρία· πρῶτον μὲν εἰ ἔστιν πρόνοια, δεύτερον τί ἐστιν, τρίτον τίνων ἐστιν. ἀλλ' Ἰουδαῖος μὲν οὐδ' ἂν μαινόμενος ἀγνοήσειεν πρόνοιαν, εἰδὼς μὲν τὰ κατ' Αἴγυπτον θαύματα, ἐπακούσας δὲ τῶν κατὰ τὴν ἔρημον, ἐν οἷς τηλαυγεστέρα τῶν ὁρατῶν ἐφάνη τοῖς ἀνθρώποις ἡ πρόνοια, πολλὰ δὲ καὶ ἐν προφήταις καὶ ἐν Βαβυλῶνι κατανοήσας ἔργα τῆς προνοίας μηδεμίαν ἀμφιβολίαν ἐπιδεχόμενα. Χριστιανοὺς δὲ καὶ ταῦτα μὲν ἅπαντα διδάσκει πρόνοιαν εἶναι, μάλιστα δὲ τὸ θειότατον καὶ δι' ὑπερβολὴν φιλανθρωπίας ἀπιστότατον ἔργον τῆς προνοίας, ἡ δι' ἡμᾶς ἐνσωμάτωσις τοῦ θεοῦ. ἐπειδὴ δὲ οὐ πρὸς τούτους μόνους ὁ λόγος ἀλλὰ καὶ πρὸς Ἕλληνας, φέρε καὶ δι' ἄλλων οἷς ἐκεῖνοι πιστεύουσιν ἀποδείξωμεν πρόνοιαν οὖσαν. ὅτι τοίνυν ἐστὶ πρόνοια διὰ τῶν αὐτῶν ἄν τις ἐπιδείξειεν δι' ὧν ὅτι καὶ θεός ἐστιν ἐδείξαμεν. ἡ γὰρ διαμονὴ τῶν ἁπάντων καὶ μάλιστα τῶν ἐν γενέσει καὶ φθορᾷ, καὶ ἡ θέσις καὶ ἡ τάξις τῶν ὄντων ἀεὶ φυλαττομένη κατὰ τὸν αὐτὸν τρόπον, καὶ ἡ τῶν ἄστρων φορὰ μηδὲν μηδέποτε διαλλάττουσα καὶ ὁ κύκλος τοῦ ἐνιαυτοῦ καὶ ἡ τῶν ὡρῶν ἀποκατάστασις τῶν τε νυκτῶν καὶ τῶν ἡμερῶν ἡ κατ' ἔτος ἰσότης, παρὰ μέρος ἑκατέρας αὐξανομένης τε καὶ μειουμένης οὔτε ἐλάττονι οὔτε πλείονι μέτρῳ, πῶς ἂν διετέλεσεν ὁμοίως διεξαγομένη μηδενὸς προνοοῦντος; οὐ μὴν ἀλλὰ καὶ τοῖς ἁμαρτήμασιν ἡ παρεπομένη τιμωρία, μᾶλλον δὲ καὶ ἡ τῶν ἁμαρτημάτων αὐτῶν ἀποκάλυψις ὅταν μηδενὸς ὄντος τοῦ διελέγξαι δυναμένου κατά τινας περιστάσεις ἐμφανίζηται, δείκνυσι πρόνοιαν εἶναι. γέμουσι δὲ τῶν τοιούτων ἱστοριῶν αἵ τε τῶν Ἑβραίων γραφαὶ καὶ τὰ παρ' Ἕλλησι συγγράμματα. τοιοῦτον γὰρ ἐρρέθη τῇ γραφῇ τὸ κατὰ Σωσάνναν πάθος, ἐν δὲ τοῖς παρ' Ἕλλησι τὸ κατὰ Ἴβυκον τὸν ποιητήν. φονευόμενος γὰρ οὗτος ὑπό τινων καὶ μηδένα μήτε σύμμαχον μήτε μάρτυρα τῆς ἐπιβουλῆς ἔχων, θεωρήσας γεράνους, ὑμεῖς ἔφησεν ὦ γέρανοι, τιμωρήσατέ μοι τὸν φόνον. τῆς δὲ πόλεως ζητούσης τοὺς φονεύσαντας καὶ μὴ δυναμένης εὑρεῖν, ἐπιτελουμένου θεάτρου καὶ τοῦ δήμου καθεζομένου γέρανοι διέπτησαν· θεασάμενοι δὲ οἱ φονεῖς ἐγέλασαν καὶ ἰδοὺ εἶπον αἱ τιμωροὶ τοῦ Ἰβύκου. τῶν δὲ πλησίον καθεζομένων τις ἀκούσας ἀπήγγειλεν ταῖς ἀρχαῖς, καὶ συλληφθέντες ὡμολόγησαν τὸν φόνον. πολλῶν δὲ καὶ ἄλλων τοιούτων ἐστὶ πλῆθος ἀναγεγραμμένον τοῖς παλαιοῖς, ὅπερ εἴ