1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

50

γένεσίν ἐστι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι, καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλ' οὐκ ἐν τῷ ποιουμένῳ. οὐδὲν γὰρ οὔτε τῶν ἀϊδίων καὶ ἐξ ἀνάγκης ὄντων οὔτε τῶν ἐξ ἀνάγκης γινομένων κατὰ τέχνην γίνεσθαι λέγεται· ἀλλ' οὔτε τῶν γινομένων ἐν τοῖς ἐνδεχομένοις καὶ ἄλλως ἔχειν, ἐν αὐτοῖς δὲ ἐχόντων τὸ ποιητικὸν αἴτιον, ὡς ἐπὶ τῶν ζῴων καὶ φυτῶν κατὰ τέχνην τι λέγεται γίνεσθαι. φύσει γὰρ καὶ οὐ τέχνῃ. εἰ δὲ τῶν κατὰ τέχνην γινομένων ἔξωθέν ἐστι τὸ ποιοῦν αἴτιον, τίς ἄρα αἴτιος τῶν κατὰ τέχνην γινομένων ἢ ὁ ποιῶν τεχνίτης; ἐν γὰρ τῷ τεχνίτῃ τὸ ποιεῖν. οὗτος ἄρα ἀρχὴ καὶ αἴτιος πράξεών ἐστιν. ἐφ' ἡμῖν ἄρα καὶ αἱ κατὰ τέχνην ἐνέργειαι καὶ ἀρεταὶ καὶ πᾶσαι πράξεις ψυχικαί τε καὶ λογικαί. ἐδείχθη δὲ ἐν τοῖς ἔμπροσθεν ποῖαί εἰσιν ἐνέργειαι ψυχικαί. οἱ δὲ πολλοὶ, νομίζοντες λέγεσθαι τὸ αὐτεξούσιον ἐπὶ πάσης πράξεώς τε καὶ κτήσεως καὶ τύχης, ἀποδοκιμάζουσιν εἰκότως τὸν λόγον· οἱ δὲ δριμύτεροι καὶ τὸ τῆς γραφῆς εἰς ἔλεγχον φέροντες τὸ οὐκ ἐπ' ἀνθρώπῳ αἱ ὁδοὶ αὐτοῦ, ὦ βέλτιστοί φασι πῶς αὐτεξούσιος ὁ ἄνθρωπος, ὁπότε οὐκ ἐπ' αὐτῷ ἡ ὁδὸς αὐτοῦ, καὶ μάταιοι οἱ διαλογισμοὶ τῶν ἀνθρώπων, ὡς μὴ δυναμένων ἡμῶν εἰς ἔργον ἄγειν ἃ διανοούμεθα, καὶ τοιαῦτα πολλά φασιν, ἀγνοοῦντες ὅπως λέγεται τὸ αὐτεξούσιον. οὐ γὰρ τοῦ πλουτεῖν ἢ πένεσθαι ἢ διὰ παντὸς ὑγιαίνειν, ἢ ῥωμαλέους εἶναι κατὰ φύσιν, ἢ τοῦ ἄρχειν, ἢ ὅλως τῶν ὀργανικῶν ἢ τυχηρῶν λεγομένων ἀγαθῶν, ἢ τῶν κατὰ πρόνοιαν τὸ τέλος λαμβανόντων, ἐξουσίαν ἔχομεν· ἀλλὰ τῶν κατ' ἀρετὴν καὶ κακίαν πράξεων καὶ προαιρέσεων καὶ κινήσεων καὶ ὧν ἐξίσης καὶ τὰ ἀντικείμενα πρᾶξαι δυνάμεθα, ἐπειδὴ πάσης πράξεως προαίρεσις ἡγεῖται, καὶ οὐ μόνον ἡ πρᾶξις ἀλλὰ καὶ ἡ προαίρεσις ὑπόδικός ἐστι. καὶ τοῦτο δηλοῖ τὸ ἐν τῷ εὐαγγελίῳ· ὁ ἐμβλέψας γυναῖκα τοῦ ἐπιθυμῆσαι αὐτὴν ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ ὁ Ἰὼβ ὑπὲρ τῶν κατὰ διάνοιαν τῶν τέκνων αὐτοῦ πλημμελημάτων ἔθυεν τῷ θεῷ. ἀρχὴ γὰρ ἁμαρτίας καὶ δικαιοπραγίας ἡ προαίρεσις. τὸ γὰρ ἔργον ποτὲ μὲν συγχωρεῖται παρὰ τῆς προνοίας, ποτὲ δὲ κωλύεται· ὄντος γὰρ καὶ τοῦ ἐφ' ἡμῖν, οὔσης δὲ καὶ τῆς προνοίας, ἀνάγκη κατ' ἄμφω τὰ γινόμενα γίνεσθαι· εἰ γὰρ κατὰ τὸ ἕτερον μόνον ἐγίνετο, οὐκ ἢν ἂν τὸ ἕτερον. μικτῶν δὲ ὄντων τῶν γινομένων, ποτὲ μὲν κατὰ τὸ ἐφ' ἡμῖν ἀποβήσεται, ποτὲ δὲ κατὰ τὸν τῆς προνοίας λόγον, ποτὲ δὲ κατ' ἀμφότερα. τῆς δὲ προνοίας πῇ μὲν κοινῆς οὔσης, πῇ δὲ ἰδιαζούσης, ἀνάγκη τοῖς καθόλου τὰ κατὰ μέρος ὁμοπαθεῖν· τοῦ γὰρ περιέχοντος ξηροῦ ὄντος ξηραίνεται τὰ σώματα, εἰ καὶ μὴ πάντα ὁμοίως, καὶ μητρὸς δὲ οὐκ εὖ δεδιῃτημένης καὶ τρυφώσης ἀκολούθως τὰ τικτόμενα καὶ τοῖς σώμασι δύσκρατα καὶ ταῖς ὁρμαῖς παράφορα γεννᾶται. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι συμβαίνει καὶ κράσει σώματος οὐκ εὐτυχίᾳ περιπεσεῖν, ἢ τῷ κοινῷ τοῦ περιέχοντος, ἢ ἐξ ἑκουσίου διαίτης τῶν γεννησάντων ἢ καὶ αὐτῶν ἐκείνων ἀπὸ τρυφῆς διεφθαρμένων· ὥστε καὶ τὰς κράσεις ἐξ ἑκουσίας ἀρχῆς ἔσθ' ὅτε φαύλας κατασκευά ζεσθαι, καὶ μὴ τὴν πρόνοιαν πάντως αἰτίαν εἶναι τῶν τοιούτων. ὅταν οὖν ψυχὴ κράσει σώματος ἐνδοῦσα ἐπιθυμίαις ἢ θυμοῖς ἑαυτὴν ἐκδῷ ἢ καὶ ἀπὸ τῶν τυχηρῶν καταπιεσθῇ ἢ χαυνωθῇ, οἷον πενίας ἢ πλούτου, ἑκούσιον κακὸν ὑφίσταται. ἡ γὰρ μὴ ἐνδοῦσα κατορθοῖ καὶ νικᾷ τὸ δύσκρατον, ὡς ἀλλοιῶσαι μᾶλλον ἢ ἀλλοιωθῆναι· καὶ καθίστησι τὰς ψυχικὰς διαθέσεις εἰς εὐεξίαν ἀγωγῇ χρηστῇ καὶ διαίτῃ προσφόρῳ. δῆλον οὖν ἐκ τῶν κατορθούντων ὡς οἱ μὴ κατορθώσαντες ἑκουσίως ἁμαρτάνουσιν. ἐφ' ἡμῖν γὰρ ἢ συνδραμεῖν ταῖς δυσκρασίαις ἢ ἀντιβῆναι καὶ κρατῆσαι. οἱ δὲ πολλοὶ τὴν δυσκρασίαν ὡς αἰτίαν τῶν παθῶν προβαλλόμενοι ἀνάγκῃ καὶ οὐ προαιρέσει τὴν κακίαν ἐπιγράφουσιν· καὶ διὰ τοῦτο φασὶ μηδὲ τὰς ἀρετὰς ἐφ' ἡμῖν εἶναι, ἀτόπως λέγοντες. 40 διὰ ποίαν αἰτίαν αὐτεξού σιοι γεγόναμεν. Ὑπόλοιπόν ἐστιν εἰπεῖν διὰ ποίαν αἰτίαν αὐτεξούσιοι γεγόναμεν. φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι τὸ αὐτεξούσιον καὶ τοῖς γενητοῖς συμπεφυκέναι μεταβολὴν καὶ τροπήν, μάλιστα τοῖς ἐξ ὑποκειμένης ὕλης γενομένοις. ἀρχὴ γὰρ γενέσεως τροπή. ἐξ