1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

7

πρὸς θεραπείαν ἀνθρώπου συντελεῖν πέφυκεν, καὶ τὰ μὴ ταῖς ἄλλαις χρείαις χρήσιμα. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν νῦν κατάστασιν τοῦ καθ' ἡμᾶς βίου λεγέσθω· ἐπεὶ τό γε ἀρχαῖον οὐδὲν τῶν ἄλλων ζῴων ἐτόλμα καταβλάπτειν τὸν ἄνθρωπον· ἀλλ' ἦν αὐτῷ πάντα δοῦλα καὶ ὑποτεταγμένα καὶ πειθήνια ἕως ἐκράτει τῶν οἰκείων παθῶν καὶ τῆς ἀλογίας τῆς ἐν αὐτῷ· μὴ κρατῶν δὲ τῶν ἰδίων παθῶν ἀλλὰ κρατούμενος ὑπ' αὐτῶν, ἐκρατήθη καὶ παρὰ τῶν ἔξωθεν εὐλόγως θηρίων. συνεισῆλθε γὰρ τῇ ἁμαρτίᾳ καὶ ἡ παρὰ τούτων βλάβη. ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐκ τῶν τὸν ἄριστον μετελθόντων βίον. κρείττους γὰρ ἀδηρίτως ὤφθησαν οὗτοι τῆς τῶν θηρίων ἐπιβουλῆς, ὡς λεόντων μὲν ὁ ∆ανιήλ, Παῦλος δὲ τοῦ δήγματος τῆς ἐχίδνης. τίς ἂν οὖν ἀξίως θαυμάσειεν τὴν εὐγένειαν τούτου τοῦ ζῴου, τοῦ συνδέοντος ἐν ἑαυτῷ τὰ θνητὰ τοῖς ἀθανάτοις καὶ τὰ λογικὰ τοῖς ἀλόγοις συνάπτοντος, τοῦ φέροντος ἐν τῇ καθ' ἑαυτὸν φύσει τῆς πάσης κτίσεως τὴν εἰκόνα δι' ἃ καὶ μικρὸς κόσμος εἴρηται, τοῦ τοσαύτης ἠξιωμένου παρὰ τοῦ θεοῦ προνοίας δι' ὃν πάντα καὶ τὰ νῦν καὶ τὰ μέλλοντα δι' ὃν καὶ θεὸς ἄνθρωπος γέγονεν, τοῦ λήγοντος εἰς ἀφθαρσίαν καὶ τὸ θνητὸν διαφεύγοντος· οὐρανῶν βασιλεύει κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονώς, Χριστῷ συνδιάγει, θεοῦ τέκνον ἐστί, πάσης ἀρχῆς καὶ ἐξουσίας προκάθηται; τίς δ' ἂν ἐξειπεῖν δύναιτο τὰ τούτου τοῦ ζῴου πλεονεκτήματα; πελάγη διαβαίνει, οὐρανὸν ἐμβατεύει τῇ θεωρίᾳ, ἀστέρων κίνησιν καὶ διαστήματα καὶ μέτρα κατανοεῖ, γῆν καρποῦται καὶ θάλασσαν, θηρίων καὶ κητῶν καταφρονεῖ, πᾶσαν ἐπιστήμην καὶ τέχνην καὶ μέθοδον κατορθοῖ, ὑπερόριον διὰ τῶν γραμμάτων οἷς βούλεται προσομιλεῖ μηδὲν ὑπὸ τοῦ σώματος ἐμποδιζόμενον, προφητεύει τὰ μέλλοντα. πάντων ἄρχει, πάντων κρατεῖ, πάντων ἀπολαύει, ἀγγέλοις καὶ Θεῷ διαλέγεται, τῇ κτίσει κελεύει, δαίμοσιν ἐπιτάττει, τὴν τῶν ὄντων φύσιν ἐρευνᾷ, Θεὸν περιεργάζεται, οἶκος καὶ ναὸς γίνεται Θεοῦ· καὶ ταῦτα πάντα τῶν ἀρετῶν ὠνεῖται καὶ τῆς εὐσεβείας. ἀλλ' ἵνα μὴ δόξωμέν τισιν ἀπειροκάλως ἀνθρώπου γράφειν ἐγκώμιον καὶ μὴ μόνον τὴν φύσιν ἐκτίθεσθαι καθὰ προε θέμεθα, αὐτοῦ που καταπαύσωμεν τὸν λόγον, εἰ καὶ τὰ μάλιστα τὰ τῆς φύσεως πλεονεκτήματα λέγοντες τὴν φύσιν αὐτὴν διηγούμεθα. εἰδότες οὖν ὅσης εὐγενείας μετειλήφαμεν καὶ ὅτι φυτόν ἐσμεν οὐράνιον, μὴ καταισχύνωμεν τὴν φύσιν μηδὲ τῶν τοσούτων δωρεῶν ἀποφανθῶμεν ἀνάξιοι μηδὲ ἑαυτοὺς τοσαύτης ἐξουσίας καὶ δόξης καὶ μακαριότητος ἀποστερήσωμεν ὀλίγου καιροῦ καὶ βραχείας ἡδονῆς πάντων τῶν αἰωνίων καταπροδόντες τὴν ἀπόλαυσιν· ἀλλὰ διὰ τῶν καλῶν ἔργων καὶ τῆς ἀποχῆς τῶν φαύλων καὶ τοῦ ὀρθοῦ σκοποῦ ᾧ μάλιστα τὸ Θεῖον συνεργεῖν εἴωθεν καὶ διὰ τῶν εὐχῶν τὴν εὐγένειαν διασώσωμεν. περὶ μὲν οὖν τούτων ἱκανὰ καὶ ταῦτα. ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς εἶναι καὶ σώματος ὁ κοινὸς ὑποβάλλει λόγος, φέρε διελόντες πρότερον περὶ ψυχῆς διαλάβωμεν, τὰ λίαν λεπτὰ καὶ περισκελῆ καὶ τοῖς πολλοῖς δυσκατανόητα τῶν ζητουμένων παραλιπόντες. 2 περὶ ψυχῆσ ∆ιαφωνεῖται σχεδὸν ἅπασι τοῖς παλαιοῖς ὁ περὶ τῆς ψυχῆς λόγος. ∆ημόκριτος μὲν γὰρ καὶ Ἐπίκουρος καὶ πᾶν τὸ τῶν Στωϊκῶν φιλοσόφων σύστημα σῶμα τὴν ψυχὴν ἀποφαίνονται. καὶ αὐτοὶ δὲ οὗτοι, οἱ σῶμα τὴν ψυχὴν ἀποφαινόμενοι, διαφέρονται περὶ τῆς οὐσίας αὐτῆς. οἱ μὲν γὰρ Στωϊκοὶ πνεῦμα λέγουσιν αὐτὴν ἔνθερμον καὶ διάπυρον, Κριτίας δὲ αἷμα, Ἵππων δὲ ὁ φιλόσοφος ὕδωρ, ∆ημόκριτος δὲ πῦρ. τὰ γὰρ σφαιροειδῆ σχήματα τῶν ἀτόμων συγκρινόμενα, πῦρ τε καὶ ἀέρα, ψυχὴν ἀποτελεῖν. Ἡράκλειτος δὲ τὴν μὲν τοῦ παντὸς ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ὑγρῶν, τὴν δὲ ἐν τοῖς ζῴοις ἀπό τε τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἐναθυμιάσεως ὁμογενῆ πεφυκέναι. πάλιν δὲ καὶ τῶν λεγόντων ἀσώματον εἶναι τὴν ψυχὴν ἄπειρος γέγονεν ἡ διαφωνία, τῶν μὲν οὐσίαν αὐτὴν καὶ ἀθάνατον λεγόντων, τῶν δὲ ἀσώματον μὲν οὐ μὴν οὐσίαν οὐδὲ ἀθάνατον. Θαλῆς μὲν γὰρ πρῶτος τὴν ψυχὴν ἔφησεν ἀεικίνητον καὶ αὐτοκίνητον· Πυθαγόρας δὲ ἀριθμὸν ἑαυτὸν κινοῦντα.