1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

18

ἀλλοιοῦται ἡ ψυχὴ ἐν τῇ ἑνώσει. δεδειγμένου τοίνυν τούτου, ὅτι τὰ νοητὰ ἀναλλοίωτα κατ' οὐσίαν ἐστίν, ἀναγκαίως παρακολουθεῖ τὸ καὶ ἑνούμενα αὐτὰ μὴ συνδιαφθείρεσθαι οἷς ἥνωται. καὶ ἥνωται τοίνυν καὶ ἀσυγχύτως ἥνωται τῷ σώματι ἡ ψυχή. ὅτι μὲν γὰρ ἥνωται ἡ συμπάθεια δείκνυσιν· συμπαθεῖ γὰρ ὅλον ἑαυτῷ τὸ ζῷον ὡς ἓν ὄν· ὅτι δὲ καὶ ἀσύγχυτος μένει δῆλον ἐκ τοῦ τὴν ψυχὴν τρόπον τινὰ χωριζομένην τοῦ σώματος ἐν τῷ ὕπνῳ καὶ ὥσπερ νεκρὸν αὐτὸ κεῖσθαι καταλιποῦσαν, μόνον δὲ ἐξατμίζουσαν αὐτὸ τῇ ζωῇ, ἵνα μὴ παντελῶς ἀπόληται, καθ' ἑαυτὴν ἐν τοῖς ὀνείροις ἐνεργεῖν θεσπίζουσαν τὸ μέλλον καὶ τοῖς νοητοῖς πλησιάζουσαν. τὸ αὐτὸ δὲ συμβαίνει καὶ ὅταν καθ' ἑαυτὴν ἐπισκέπτηταί τι τῶν ὄντων. καὶ τότε γὰρ ὡς οἷόν τε τοῦ σώματος ἑαυτὴν χωρίζει καὶ καθ' ἑαυτὴν γίνεται, ἵν' οὕτως ἐπιβάλλῃ τοῖς οὖσιν. ἀσώματος γὰρ οὖσα δι' ὅλου κεχώρηκεν ὡς τὰ συνεφθαρμένα, μένουσα ἀδιάφθορος καὶ ἀσύγχυτος καὶ τὸ καθ' ἑαυτὴν ἓν διασώζουσα καὶ ἐν οἷς ἂν γένηται τρέπουσα ἐκεῖνα κατὰ τὴν ἑαυτῆς ζωὴν καὶ μὴ τρεπομένη ὑπ' ἐκείνων. ὡς γὰρ ὁ ἥλιος τῇ παρουσίᾳ τὸν ἀέρα εἰς φῶς μεταβάλλει ποιῶν αὐτὸν φωτοειδῆ καὶ ἑνοῦται τῷ ἀέρι τὸ φῶς ἀσυγχύτως ἅμα αὐτῷ κεχυμένον, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἑνουμένη τῷ σώματι μένει πάντως ἀσύγχυτος, κατὰ τοῦτο μόνον διαλλάττουσα ὅτι ὁ μὲν ἥλιος σῶμα ὢν καὶ τόπῳ περιγραφόμενος οὐκ ἔστι πανταχοῦ ἔνθα καὶ τὸ φῶς αὐτοῦ (ὡς οὐδὲ τὸ πῦρ· μένει γὰρ καὶ αὐτὸ ἐν τοῖς ξύλοις ἢ ἐν θρυαλλίδι δεδεμένον ὡς ἐν τόπω)· ἡ δὲ ψυχὴ ἀσώματος οὖσα καὶ μὴ περιγραφομένη τόπῳ δι' ὅλου χωρεῖ καὶ τοῦ φωτὸς ἑαυτῆς καὶ τοῦ σώματος, καὶ οὐκ ἔστι μέρος φωτιζόμενον ὑπ' αὐτῆς ἐν ᾧ μὴ ὅλη πάρεστιν. οὐ γὰρ κρατεῖται ὑπὸ τοῦ σώματος, ἀλλ' αὐτὴ κρατεῖ τὸ σῶμα, οὐδὲ ἐν τῷ σώματι ἐστίν, ὡς ἐν ἀγγείῳ ἢ ἀσκῷ, ἀλλὰ μᾶλλον τὸ σῶμα ἐν αὐτῇ. μὴ κωλυόμενα γὰρ ὑπὸ τῶν σωμάτων τὰ νοητὰ ἀλλὰ διὰ παντὸς σώματος χωροῦντα καὶ διαφοιτῶντα καὶ διεξιόντα, οὐχ οἷά τέ ἐστιν ὑπὸ τόπου σωματικοῦ κατέχεσθαι. νοητὰ γὰρ ὄντα ἐν νοητοῖς καὶ τόποις ἐστιν, ἢ γὰρ ἐν ἑαυτοῖς ἢ ἐν τοῖς ὑπερκειμένοις νοητοῖς, ὡς ἡ ψυχὴ ποτὲ μὲν ἐν ἑαυτῇ ἐστιν, ὅταν λογίζηται, ποτὲ δὲ ἐν τῷ νῷ, ὅταν νοῇ. ἐπὰν οὖν ἐν σώματι λέγηται εἶναι, οὐχ ὡς ἐν τόπῳ τῷ σώματι λέγεται εἶναι, ἀλλ' ὡς ἐν σχέσει, καὶ τῷ παρεῖναι, ὡς λέγεται ὁ Θεὸς ἐν ἡμῖν. καὶ γὰρ τῇ σχέσει καὶ τῇ πρός τι ῥοπῇ καὶ διαθέσει δεδέσθαι φαμὲν ὑπὸ τοῦ σώματος τὴν ψυχήν, ὡς λέγομεν ὑπὸ τῆς ἐρωμένης δεδέσθαι τὸν ἐραστήν, οὐ σωματικῶς οὐδὲ τοπικῶς ἀλλὰ κατὰ σχέσιν. ἀμέγεθες γὰρ ὂν καὶ ἄογκον καὶ ἀμερές, τῆς κατὰ μέρος τοπικῆς περιγραφῆς κρεῖττόν ἐστιν. τὸ γὰρ μὴ ἔχον μέρος ποίῳ δύναται τόπῳ περιγράφεσθαι; ὄγκῳ γὰρ τόπος συνυφίσταται. τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος καθ' ὃ περιέχει τὸ περιεχόμενον. εἰ δέ τις λέγοι· οὐκοῦν καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Ῥώμῃ ἐστὶ καὶ πανταχοῦ ἡ ἐμὴ ψυχή; λανθάνει ἑαυτὸν πάλιν τόπον λέγων. καὶ γὰρ τὸ ἐν Ἀλεξανδρείᾳ καὶ ὅλως τὸ ἐν τῷδε τόπος ἐστίν. ἐν τόπῳ δὲ ὅλως οὐκ ἔστιν ἀλλ' ἐν σχέσει. δέδεικται γὰρ μὴ δύνασθαι περιληφθῆναι τόπῳ. ὅταν οὖν ἐν σχέσει γένηται νοητὸν τόπου τινὸς ἢ πράγματος ἐν τόπῳ ὄντος, καταχρηστικώτερον λέγομεν ἐκεῖ αὐτὸ εἶναι, διὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐκεῖ, τὸν τόπον ἀντὶ τῆς σχέσεως καὶ τῆς ἐνεργείας λαμβάνοντες. δέον γὰρ λέγειν ἐκεῖ ἐνεργεῖ λέγομεν ἐκεῖ ἐστιν. ἁρμόσειε δ' ἂν οὗτος ὁ λόγος καθαρώτερον καὶ μάλιστα τῇ πρὸς τὸν ἄνθρωπον ἑνώσει τοῦ Θεοῦ λόγου, καθ' ἣν ἑνωθεὶς ἔμεινεν ἀσύγχυτος καὶ ἀπερίληπτος, οὐ κατὰ τὸν τῆς ψυχῆς τρόπον. ἐκείνη μὲν γὰρ τῶν πεπληθυσμένων οὖσα δοκεῖ καὶ συμπάσχειν πως δι' οἰκειότητα τῷ σώματι καὶ κρατεῖν ἔσθ' ὅτε καὶ κρατεῖσθαι· ὁ δὲ Θεὸς λόγος οὐδὲν αὐτὸς ἀπὸ τῆς κοινωνίας τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀλ λοιούμενος οὐδὲ μετέχων τῆς ἐκείνων ἀσθενείας μεταδιδοὺς δὲ αὐτοῖς τῆς ἑαυτοῦ θεότητος, γίνεται σὺν αὐτοῖς ἕν, μένων ἓν ὅπερ ἦν καὶ πρὸ τῆς ἑνώσεως· καινότερος οὗτος ὁ τρόπος τῆς κράσεως ἢ ἑνώσεως· καὶ κιρνᾶται καὶ μένει παντάπασιν ἄμικτος καὶ ἀσύγχυτος καὶ ἀδιάφθορος καὶ ἀμετάβλητος, οὐ συμπάσχων