1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

49

οὔτε γὰρ ὁ θεὶς οὕτω τέθεικεν ὡς τοῦτον εὑρεῖν, οὔτε ὁ εὑρὼν οὕτως ὤρυξεν ὡς εὑρεῖν θησαυρόν· ἀλλ' ὁ μὲν ἵν' ὅταν θέλῃ ἀνέληται, ὁ δὲ ἵνα τάφρον ὀρύξῃ, συνέπεσεν δὲ ἄλλο τι παρ' ὃ προῄρηντο ἀμφότεροι)· τοῦ δὲ αὐτομάτου τὰ τῶν ἀψύχων ἢ ἀλόγων συμπτώματα, ἄνευ φύσεως καὶ τέχνης. τίνι τοίνυν τούτων ὑπάγαγωμεν τὰ διὰ τῶν ἀνθρώπων, εἴπερ ὁ ἄνθρωπος οὐκ ἔστιν αἴτιος καὶ ἀρχὴ πράξεων; ἀλλ' οὔτε θεῷ θεμιτὸν ἐπιγράφειν αἰσχρὰς ἔσθ' ὅτε πράξεις καὶ ἀδίκους· οὔτε ἀνάγκῃ (οὐ γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων εἰσίν)· οὔτε εἱμαρμένῃ (οὐ γὰρ τῶν ἐνδεχομένων ἀλλὰ τῶν ἀναγκαίων τὰ τῆς εἱμαρμένης)· οὔτε φύσει (φύσεως γὰρ ἔργα ζῷα καὶ φυτά)· οὔτε τύχῃ (οὐ γὰρ σπάνιοι καὶ ἀπροσδόκητοι τῶν ἀνθρώπων αἱ πράξεις)· οὔτε τῷ αὐτομάτῳ (ἀψύχων γάρ ἐστιν ἢ ἀλόγων συμπτώματα). λείπεται δὴ αὐτὸν τὸν πράττοντα καὶ ποιοῦντα ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων ἔργων καὶ αὐτεξούσιον. ἔτι εἰ μηδεμιᾶς ἐστιν ἀρχὴ πράξεως ὁ ἄνθρωπος, περιττῶς ἔχει τὸ βουλεύεσθαι. εἰς τί γὰρ χρήσεται τῇ βουλῇ, μηδεμιᾶς ὢν κύριος πράξεως; τὸ δὲ κάλλιστον καὶ τιμιώτατον ἐν ἀνθρώπῳ περιττὸν ἀποφαίνειν τῶν ἀτοπωτάτων ἂν εἴη. εἰ τοίνυν βουλεύεται, πράξεως ἕνεκα βουλεύεται· πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν. ἔτι ὧν αἱ ἐνέργειαι ἐφ' ἡμῖν, τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν, ἐφ' ἡμῖν· ἐφ' ἡμῖν δὲ αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι· ἐφ' ἡμῖν ἄρα καὶ αἱ ἀρεταί. ὅτι δὲ ἐφ' ἡμῖν αἱ κατ' ἀρετὴν ἐνέργειαι δηλοῖ καὶ τὸ καλῶς ὑπὸ Ἀριστοτέλους λεχθὲν ἐπὶ τῶν ἠθικῶν ἀρετῶν· ἃ γὰρ ποιοῦντες μανθάνομεν, ταῦτα μαθόντες ποιοῦμεν· κρατεῖν γὰρ ἡδονῶν μανθάνοντες σώφρονες γινόμεθα· καὶ γενόμενοι σώφρονες κρατοῦμεν ἡδονῶν. ἔστιν δὲ καὶ οὕτως εἰπεῖν. τὸ μελετᾶν καὶ γυμνάζεσθαι παρὰ πᾶσιν ὁμολογεῖται ἐφ' ἡμῖν εἶναι· αἱ δὲ μελέται τῶν ἕξεών εἰσι κύριαι (τὸ γὰρ ἔθος φύσις ἐπίκτητος)· εἰ δὲ κυρία τῆς ἕξεώς ἐστιν ἡ μελέτη, ἐφ' ἡμῖν δὲ ἡ μελέτη, ἐφ' ἡμῖν καὶ ἡ ἕξις· ὧν δὲ ἐφ' ἡμῖν αἱ ἕξεις, τούτων ἐφ' ἡμῖν καὶ αἱ πράξεις αἱ κατὰ τὰς ἕξεις, ταῖς γὰρ ἕξεσιν αἱ πράξεις πρόσφοροι. ὁ ἄρα δικαίαν ἕξιν ἔχων δίκαια πράξει· καὶ ὁ ἄδικον ἄδικα· ἐφ' ἡμῖν ἄρα τὸ δικαίους εἶναι ἢ ἀδίκους. ὅτι δὲ ἐφ' ἡμῖν ἐστί τινα δηλοῦσιν αἱ προτροπαὶ καὶ αἱ παραινέσεις· οὐδεὶς γὰρ ἀνθρώ πων προτρέπει μὴ πεινῆν μηδὲ διψῆν, οὐδὲ μὴ ἵπτασθαι· οὐ γὰρ ἐφ' ἡμῖν ταῦτα. δῆλον οὖν ὅτι ἐφ' οἷς αἱ προτροπαί, ταῦτα ἐφ' ἡμῖν. ἔτι εἰ μηδὲν ἐφ' ἡμῖν περιττοὶ οἱ νόμοι· φυσικῶς δὲ πᾶν ἔθνος νόμοις χρῆταί τισιν, ἐπιστάμενον ὡς ἐξουσίαν ἔχει πράττειν ἃ νομοθετεῖ· καὶ τὰ πλεῖστα τῶν ἐθνῶν θεοὺς ἐπιγράφεται νομοθέτας, ὡς Κρῆτες μὲν τὸν ∆ία, Λακεδαιμόνιοι δὲ Ἀπόλλωνα. φυσικῶς ἄρα πᾶσιν ἀνθρώποις ἡ γνῶσις τοῦ ἐφ' ἡμῖν συγκατέσπαρται. τὰ αὐτὰ δὲ τούτοις ῥητέον ἐπὶ τῶν ψόγων καὶ τῶν ἐπαίνων καὶ πάντων τῶν ἀναιρούντων τὸ καθ' εἱμαρμένην πάντα γίνεσθαι. 39 περὶ τοῦ ὅτι ἐστὶν ἐφ' ἡμῖν τινά. Ὅτι μέν ἐστιν ἐφ' ἡμῖν τινα, καὶ ὅτι κύριοι πράξεών τινών ἐσμεν, αὐτάρκως ἀποδέδεικται. λοιπὸν δὲ εἴπωμεν τίνα ἐστὶ τὰ ἐφ' ἡμῖν. λέγομεν τοίνυν γενικῶς πάντα τὰ δι' ἡμῶν ἑκουσίως πραττόμενα ἐφ' ἡμῖν εἶναι. οὐ γὰρ ἂν ἑκουσίως ἐλέγετο πράττεσθαι, τῆς πράξεως οὐκ οὔσης ἐφ' ἡμῖν· καὶ ἁπλῶς οἷς ἕπεται ψόγος ἢ ἔπαινος καὶ ἐφ' οἷς ἐστι προτροπὴ καὶ νόμος· καὶ τοῦτο γὰρ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη. κυρίως δὲ ἐφ' ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα. ὡς γὰρ ἐφ' ἡμῖν ὄντος τοῦ πρᾶξαι τὸ προκείμενον καὶ μὴ πρᾶξαι βουλευόμεθα. ἐδείχθη δὲ ἐν τοῖς προλαβοῦσιν ἡ βουλὴ τῶν ἐπίσης ἐνδεχομένων οὖσα. ἐπίσης δέ ἐστιν ἐνδεχόμενον ὃ αὐτό τε δυνάμεθα καὶ τὸ ἀντικείμενον αὐτῷ. ποιεῖται δὲ τούτου τὴν αἵρεσιν ὁ νοῦς ὁ ἡμέτερος, καὶ οὗτός ἐστιν ἀρχὴ πράξεων· καὶ ταῦτά ἐστι τὰ ἐφ' ἡμῖν, τὰ ἐπίσης ἐνδεχόμενα, οἷον τὸ κινεῖσθαι καὶ μὴ κινεῖσθαι, ὁρμᾶν καὶ μὴ ὁρμᾶν, μὴ ὀρέγεσθαι τῶν μὴ ἀναγκαίων καὶ ὀρέγεσθαι, ψεύδεσθαι καὶ μὴ ψεύδεσθαι, διδόναι καὶ μὴ διδόναι, χαίρειν οἷς δεῖ καὶ μὴ χαίρειν, καὶ ὅσα τοιαῦτα, ἐν οἷς ἐστι τὰ τῆς κακίας καὶ τὰ τῆς ἀρετῆς ἔργα· τούτων γάρ ἐσμεν αὐτεξούσιοι. τῶν ἐπίσης δὲ ἐνδεχομένων εἰσὶ καὶ αἱ τέχναι. πᾶσα γὰρ τέχνη περὶ