1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

15

γὰρ ἀνατρέχειν τὰς μεμολυσμένας ψυχὰς ἐπὶ τὰ στοιχεῖα, καὶ συμμί γνυσθαι ἀλλήλαις, πάλιν αὐτὰς ἐν ταῖς μετενσωματώσεσί φασιν τιμωρεῖσθαι, κατὰ τὸ μέγεθος τῶν ἁμαρτημάτων ἑνοῦντες αὐτὰς καὶ πάλιν χωρίζοντες καθ' ὑπόστασιν· καὶ γὰρ τὰς σκιὰς φωτὸς μὲν ὄντος χωρίζεσθαι, συννεφείας δὲ γενομένης ἑνοῦσθαι· ὅπερ ἀδύνατον ἐπὶ νοητῆς φύσεως γενέσθαι. καὶ γὰρ αἱ σκιαὶ τῶν αἰσθητῶν εἰσιν, εἰ καὶ δοίη τις αὐτὰς χωρίζεσθαι καὶ πάλιν ἑνοῦσθαι. Πλάτων δὲ καὶ μίαν εἶναι καὶ πολλὰς τὰς ψυχὰς ἀποφαίνεται· μίαν μὲν γὰρ εἶναι τοῦ παντὸς τὴν ψυχήν, εἶναι δὲ καὶ ἄλλας τῶν κατὰ μέρος, ὡς ἰδίᾳ μὲν τὸ πᾶν ἐψυχῶσθαι ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς, ἰδίᾳ δὲ πάλιν τὰ κατὰ μέρος ὑπὸ τῆς ἰδίας ἑκάστου ψυχῆς. λέγει δὲ τὴν μὲν τοῦ παντὸς διατετάσθαι ψυχὴν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὰ πέρατα τοῦ οὐρανοῦ, οὐ τοπικῶς αὐτὴν διατετάσθαι φάσκων ἀλλὰ νοητῶς· ταύτην δὲ τὴν ψυχὴν εἶναι τὴν περιάγουσαν σφαιροειδῶς τὸ πᾶν καὶ συνέχουσαν καὶ συσφίγγουσαν τὸ σωματοειδὲς τοῦ κόσμου· δεῖσθαι γὰρ τὰ σώματα τοῦ συνέχοντος ἐν τοῖς προλαβοῦσιν ἐδείχθη· ποιεῖν δὲ τοῦτο τὴν εἰδοποιὸν ψυχήν· ζῆν γὰρ ἕκαστον τῶν ὄντων τὴν ἰδίαν ζωὴν καὶ φθείρεσθαι τὴν ἰδίαν φθοράν· ἕως μὲν γὰρ συνέχεται καὶ συσφίγγεται τὸ σῶμα, εἶναι λέγεται· διαλυόμενον δέ, φθείρεσθαι· καὶ ζῆν μὲν πάντα, μὴ πάντα δὲ εἶναι ζῷα. διακρίνουσι γὰρ ἀπὸ μὲν τῶν ἀψύχων τὰ φυτὰ τῷ αὔξεσθαι καὶ τρέφεσθαι, τουτέστι τῇ θρεπτικῇ καὶ φυτικῇ δυνάμει· τὰ δὲ ἄλογα ζῷα ἀπὸ τῶν φυτῶν τῇ αἰσθήσει· τὰ δὲ λογικὰ ἀπὸ τῶν ἀλόγων τῷ λογικῷ· καὶ οὕτω πάντα ζῆν λέγοντες διαστέλλουσι τὴν ἑκάστου φύσιν. ζῆν οὖν λέγουσι καὶ τὰ πάντῃ ἄψυχα ἑκτικὴν ζωὴν καθ' ὃ συνέχεται ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς εἰς τὸ εἶναι μόνον καὶ μὴ διαλύεσθαι. ταύτην δὲ εἶναι τὴν ψυχὴν τὴν διακυβερνῶσαν τὸ πᾶν καὶ τὴν τὰς μερικὰς ψυχὰς τὰς πρότερον παρὰ τοῦ δημιουργοῦ γενομένας ἐπιπέμπουσαν, δηλαδὴ αὐτοῦ τοῦ δημιουργοῦ καὶ νόμους αὐτῇ δεδωκότος καθ' οὓς διεξάγειν ὀφείλει τοῦτο τὸ πᾶν, οὓς καὶ εἱμαρμένην καλεῖ, καὶ χορηγοῦντος δύναμιν ἀρκοῦσαν διέπειν ἡμᾶς· εἴρηται δὲ ταῦτα καὶ ἐν τοῖς περὶ εἱμαρμένης. κοινῇ μὲν οὖν πάντες Ἕλληνες οἱ τὴν ψυχὴν ἀθάνατον ἀποφηνάμενοι τὴν μετενσωμάτωσιν δογματίζουσιν· διαφέρονται δὲ περὶ τὰ εἴδη τῶν ψυχῶν. οἱ μὲν γὰρ ἓν εἶδος τὸ λογικὸν λέγουσιν, τοῦτο δὲ καὶ εἰς φυτὰ καὶ εἰς τὰ τῶν ἀλόγων σώματα μεταβαίνειν, οἱ μὲν κατά τινας ῥητὰς χρόνων περιόδους, οἱ δὲ ὡς ἔτυχεν. ἄλλοι δὲ οὐχ ἓν εἶδος ψυχῶν ἀλλὰ δύο, λογικόν τε καὶ ἄλογον. τινὲς δὲ πολλά, τοσαῦτα ὅσα τῶν ζῴων τὰ εἴδη. μάλιστα δὲ οἱ ἀπὸ Πλάτωνος περὶ τὸ δόγμα τοῦτο διηνέχθησαν. εἰπόντος γὰρ Πλάτωνος τὰς μὲν θυμικὰς καὶ ὀργίλους καὶ ἁρπακτικὰς ψυχὰς λύκων καὶ λεόντων σώματα μεταμφιέννυσθαι, τὰς δὲ περὶ τὴν ἀκολασίαν ἠσχολημένας ὄνων καὶ τῶν τοιούτων ἀναλαμβάνειν σώματα· οἱ μὲν κυρίως ἤκουσαν τοὺς λύκους καὶ τοὺς λέοντας καὶ τοὺς ὄνους· οἱ δὲ τροπικῶς αὐτὸν εἰρηκέναι διέγνωσαν, τὰ ἤθη διὰ τῶν ζῴων παρεμ φαίνοντα. Κρόνιος μὲν γὰρ ἐν τῷ περὶ παλιγγενεσίας (οὕτω δὲ καλεῖ τὴν μετενσωμάτωσιν) λογικὰς πάσας εἶναι βούλεται, ὁμοίως δὲ καὶ Θεόδωρος ὁ Πλατωνικὸς ἐν τῷ ὅτι ἡ ψυχὴ πάντα τὰ εἴδη ἐστί, καὶ Πορφύριος ὁμοίως· Ἰάμβλιχος δὲ τὴν ἐναντίαν τούτοις δραμὼν κατ' εἶδος ζῴων ψυχῆς εἶδος εἶναι λέγει, ἤγουν εἴδη διάφορα. γέγραπται γοῦν αὐτῷ μονόβιβλον ἐπίγραφον ὅτι οὐκ ἀπ' ἀνθρώπων εἰς ζῷα ἄλογα οὐδὲ ἀπὸ ζῴων ἀλόγων εἰς ἀνθρώπους αἱ μετενσωματώσεις γίνονται ἀλλ' ἀπὸ ζῴων εἰς ζῷα καὶ ἀπὸ ἀνθρώπων εἰς ἀνθρώπους. καί μοι δοκεῖ μᾶλλον οὗτος ἕνεκα τούτου καλῶς κατεστοχάσθαι μὴ μόνον τῆς Πλάτωνος γνώμης ἀλλὰ καὶ τῆς ἀληθείας αὐτῆς, ὡς ἔστιν ἐκ πολλῶν μὲν καὶ ἄλλων ἐπιδεῖξαι, μάλιστα δὲ ἐκ τούτων. οὐδεμίαν γὰρ τῶν λογικῶν κινήσεων ἐμφαίνεσθαι τοῖς ἀλόγοις ζῴοις. οὔτε γὰρ τέχναι οὔτε μαθήματα οὔτε βουλαὶ οὔτε ἀρεταὶ οὔτε ἄλλο τι τῶν διανοητικῶν ἐν αὐτοῖς ἐστιν· ἐξ ὧν δῆλον ὡς οὐ μέτεστι λογικῆς ψυχῆς αὐτοῖς. καὶ γὰρ ἄτοπον λέγειν τὰ ἄλογα λογικά. εἰ γὰρ καὶ κομιδῆ