1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

14

ἀσώματον παραιτείσθω λέγειν ἐν σώματι κτιζομένην, ἵνα μὴ θνητῆς ψυχῆς ἔννοιαν ἡμῖν παραστήσῃ καὶ παντελῶς ἀλόγου. ἄλλως τε κατ' αὐτὸν οὔπω πλήρης ἐστὶν ὁ κόσμος, ἀλλ' ἡμιτελὴς ἔτι καὶ νῦν καὶ προσθήκης ἀεὶ δεόμενος. πεντακισμύριαι γοῦν τοὐλάχιστον καθ' ἑκάστην ἡμέραν οὐσίαι νοηταὶ προσγίνονται αὐτῷ, καὶ τὸ χαλεπώτατον, ὅταν τελεσιουργηθῇ τότε διαλυθήσεται κατ' αὐτόν, τῶν τελευταίων ἀνθρώπων τῶν πρὸς τῇ ἀναστάσει τὸν ψυχικὸν ἀριθμὸν ἀποπληρούντων· οὗ τί ἂν γένοιτο ἀλογώτερον, τότε φάσκειν διαφθείρεσθαι τὸν κόσμον ὅταν πληρωθῇ, κομιδῆ γὰρ νηπίων παίδων ὁ τρόπος οὗτος, ἐν ψάμμῳ τῆς παιδιᾶς εὐθὺς μετὰ τὸ πληρῶσαι συγχεόντων τὰ γενόμενα. τὸ γὰρ λέγειν προνοίας λόγῳ νῦν τὰς ψυχὰς γίνεσθαι καὶ οὐχὶ κτίσεωςοὐ γὰρ καινὴν οὐσίαν οὐδ' ἄλλην παρὰ τὴν οὖσαν εἰσάγεσθαι, ἀλλὰ τὴν οὖσαν κατὰ πρόνοιαν πλειστηριάζεσθαιἀγνοούντων ἐστὶν διαφορὰν κτίσεως καὶ προνοίας. προνοίας μὲν γὰρ ἔργον ἐστὶ τὸ ἐξ ἀλληλογονίας διασῴζειν τὴν τῶν φθαρτῶν ζῴων οὐσίαν (λέγω δὲ τῶν μὴ κατὰ σηπεδόνα γινομένων, ἐπειδὴ τὴν τούτων διαδοχὴν σηπεδὼν πάλιν ἑτέρα διαφυλάττει)· κτίσεως δὲ τὸ κράτιστον ἔργον τὸ ἐξ οὐκ ὄντων ποιεῖν. εἰ τοίνυν ἐξ ἀλληλογονίας αἱ ψυχαὶ γίνονται, λόγῳ προνοίας γίνονται καὶ φθαρταί εἰσι, καθάπερ τὰ ἄλλα τὰ ἐκ διαδοχῆς γένους γινόμενα· εἰ δὲ ἐξ οὐκ ὄντων παράγονται, κτίσις ἐστὶ τὸ γινόμενον καὶ οὐκ ἔστιν ἀληθὲς τὸ Μωϋσέως, τὸ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. ἄτοπα δὲ ἀμφότερα. οὐκ ἄρα νῦν αἱ ψυχαὶ γίνονται. τὸ γὰρ ὁ πατήρ μου ἐργάζεται οὐκ ἐπὶ τοῦ κτίζειν ἀλλ' ἐπὶ τοῦ προνοεῖν εἰρῆσθαι καὶ αὐτῷ δοκεῖ. Ἀπολιναρίῳ δὲ δοκεῖ τὰς ψυχὰς ἀπὸ τῶν ψυχῶν τίκτεσθαι, ὥσπερ ἀπὸ τῶν σωμάτων τὰ σώματα. προϊέναι γὰρ τὴν ψυχὴν κατὰ διαδοχὴν τοῦ πρώτου ἀνθρώπου εἰς τοὺς ἐξ ἐκείνου πάντας, καθάπερ τὴν σωματικὴν διαδοχήν. μήτε γὰρ ἀποκεῖσθαι ψυχὰς μήτε νῦν κτίζεσθαι. τοὺς γὰρ ταῦτα λέγοντας συνεργὸν ποιεῖν τὸν Θεὸν τοῖς μοιχοῖς· καὶ γὰρ ἐκ τούτων παιδία τίκτεται· ψεῦδος δὲ εἶναι καὶ τὸ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν, εἴπερ ἔτι καὶ νῦν ψυχὰς δημιουργεῖ. ἀλλ', εἰ πάντα τὰ κατὰ διαδοχὴν ἐξ ἀλληλογονίας γεννώμενα δέδεικται θνητά· διὰ γὰρ τοῦτο γεννᾷ καὶ γεννᾶται, ἵνα τῶν φθαρτῶν διαμείνῃ τὸ γένος· ἀνάγκη καὶ τοῦτον ἢ θνητὴν εἶναι λέγειν τὴν ψυχὴν ἐξ ἀλληλογονίας γινομένην, ἢ μὴ κατὰ διαδοχὴν ἐξ ἀλλήλων γεννᾶσθαι τὰς ψυχάς. τὸ γὰρ ἐπὶ τῶν ἐκ μοιχείας γεννωμένων τῷ τῆς προνοίας λόγῳ καταλείπομεν, ἀγνώστῳ παρ' ἡμῖν ὄντι. εἰ δέ τι δεῖ καὶ τῆς προνοίας καταστοχάσασθαι, πάντως οἶδεν τὸ τικτόμενον ἢ τῷ βίῳ ἢ ἑαυτῷ χρήσιμον ἐσόμενον καὶ διὰ τοῦτο συγχωρεῖ τὴν ἐμψύχωσιν γίνεσθαι. ἱκανὸν δὲ τεκμήριον τούτου λαμβάνομεν τὸν ἐκ τῆς Οὐρίου καὶ τοῦ ∆αυὶδ γεννηθέντα Σολομῶνα. ἑξῆς ἐπισκεψώμεθα καὶ τὴν δόξαν τῶν Μανιχαίων ἣν ἔχουσι περὶ τῆς ψυχῆς. φασὶ μὲν γὰρ αὐτὴν ἀθάνατον καὶ ἀσώματον, μίαν δὲ μόνην εἶναι τὴν τῶν πάντων ψυχὴν κατακερματιζομένην καὶ κατατεμνομένην εἰς τὰ καθ' ἕκαστα σώματα ἄψυχά τε καὶ ἔμψυχα· καὶ τὰ μὲν πλείονος αὐ τῆς μετέχειν, τὰ δὲ ἐλάττονος· πλείονος μὲν τὰ ἔμψυχα, ἐλάττονος δὲ τὰ ἄψυχα, πολλῷ δὲ πλείονος τὰ οὐράνια· ὡς τῆς καθόλου ψυχῆς μέρη τὰς καθ' ἕκαστον εἶναι ψυχάς. καὶ εἰ μὲν ἀμερίστως μερίζεσθαι ταύτην ἔφασκον, ὡς τὴν φωνὴν ἐν τοῖς ἀκούουσι, μέτριον ἂν ἦν τὸ κακόν· νῦν δὲ τὴν οὐσίαν αὐτὴν τῆς ψυχῆς καταμερίζεσθαι λέγουσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι κυρίως αὐτὴν ἐν τοῖς στοιχείοις εἶναι βούλονται, καὶ συμμερίζεσθαι τούτοις ἐν τῇ τῶν σωμάτων γενέσει, καὶ πάλιν εἰς ταὐτὸ συνιέναι διαλυομένων τῶν σωμάτων, ὡς ὕδωρ μεριζόμενον καὶ πάλιν συναγόμενον καὶ μιγνύμενον, καὶ τὰς μὲν καθαρὰς ψυχὰς χωρεῖν εἰς τὸ φῶς, φῶς οὔσας, τὰς δὲ μεμολυσμένας ὑπὸ τῆς ὕλης χωρεῖν εἰς τὰ στοιχεῖα, καὶ πάλιν ἀπὸ τῶν στοιχείων εἰς τὰ φυτὰ καὶ τὰ ζῷα· καὶ οὕτω τὴν οὐσίαν αὐτῆς κατατέμνοντες καὶ σωματικὴν ἀποφαίνοντες καὶ πάθεσιν ὑποβάλλοντες, ἀθάνατον εἶναί φασιν. περιπίπτουσι δὲ καὶ τοῖς ἐναντίοις φάσκοντες