1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

17

δὲ μήτε σῶμα μήτε συμβεβηκὸς δῆλον ὅτι ἀσώματός ἐστιν οὐσία καὶ οὐδὲν τῶν ἐχόντων ἐν ἄλλῳ τὸ εἶναι. ταῦτα γὰρ καὶ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· τῆς δὲ ψυχῆς χωριζομένης, τὸ σῶμα πάντως φθείρεται. τοῖς αὐτοῖς δὲ χρησάμενόν ἐστιν ἀποδεῖξαι τὴν ψυχὴν ἀθάνατον οὖσαν. εἰ γὰρ μήτε σῶμά ἐστιν, ὅπερ φύσει διαλυτὸν ἀπεδείχθη καὶ φθαρτόν, μήτε ποιότης μήτε ποσότης μήτε ἄλλο τι τῶν φθειρομένων, δῆλον ὅτι ἀθάνατός ἐστιν. πολλαὶ μὲν οὖν εἰσι τῆς ἀθανασίας αὐτῆς ἀποδείξεις παρά τε Πλάτωνι καὶ τοῖς ἄλλοις· ἀλλ' ἐκεῖναι μὲν περισκελεῖς καὶ δυσκατανόητοι καὶ μόλις τοῖς ἐντεθραμμένοις ἐκείναις ταῖς ἐπιστήμαις γνώριμοι· ἡμῖν δὲ ἀρκεῖ πρὸς ἀπόδειξιν τῆς ἀθανασίας αὐτῆς ἡ τῶν θείων λογίων διδασκαλία τὸ πιστὸν ἀφ' ἑαυτῆς ἔχουσα διὰ τὸ θεόπνευστος εἶναι· πρὸς δὲ τοὺς μὴ καταδεχομένους τὰ τῶν Χριστιανῶν γράμματα ἀρκεῖ τὸ μηδὲν εἶναι τὴν ψυχὴν τῶν φθειρομένων ἀποδεῖξαι. εἰ γὰρ μηδέν ἐστι τῶν φθειρομένων, ἔστι δὲ ἄφθαρτος, ἔστι καὶ ἀθάνατος ὥστε τοῦτο μὲν ἀρκούντως ἔχον παραλειπτέον. 3 περὶ ἑνώσεως ψυχῆς καὶ σώματοσ Ζητητέον δὲ πῶς ψυχῆς καὶ σώματος ἀψύχου γίνεται ἕνωσις· ἄπορον γὰρ τὸ πρᾶγμα. εἰ δὲ μὴ μόνον ἐκ τού των, ἀλλὰ καὶ τοῦ νοῦ συνέστηκεν ὁ ἄνθρωπος, ὡς εἶπόν τινες, ἔτι πλέον ἀπορώτερον. πάντα γὰρ τὰ συνιόντα εἰς μιᾶς οὐσίας ὑπόστασιν πάντως ἑνοῦται· πάντα δὲ τὰ ἑνούμενα ἀλλοιοῦται καὶ οὐ μένει ἃ πρότερον ἦν, ὡς ἐπὶ τῶν στοιχείων δειχθήσεται· ἑνωθέντα γὰρ ἄλλο τι γέγονεν. πῶς οὖν ἢ τὸ σῶμα ἡνωμένον τῇ ψυχῇ ἔτι μένει σῶμα ἢ πάλιν ἡ ψυχὴ ἀσώ ματος οὖσα καὶ οὐσιώδης καθ' ἑαυτήν, πῶς ἑνοῦται σώματι καὶ μέρος γίνεται τοῦ ζῴου, σῴζουσα τὴν ἰδίαν οὐσίαν ἀσύγχυτον καὶ ἀδιάφθορον; ἀνάγκη γὰρ ἢ ἡνῶσθαι τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ συνηλλοιῶσθαι καὶ συνεφθάρθαι ἀμφότερα, ὡς τὰ στοιχεῖα· ἢ μὴ ἡνῶσθαι μὲν διὰ τὰς προειρημένας ἀτοπίας, παρακεῖσθαι δὲ ὡς χορευτὰς ἐν χορῷ ἢ ψῆφον ψήφῳ, ἢ κεκρᾶσθαι, ὡς οἶνον καὶ ὕδωρ. ἀλλ' ὅτι μὲν οὐ δύναται παρακεῖσθαι τῷ σώματι ἡ ψυχὴ ἐν τῷ περὶ ψυχῆς ἀποδέδεικται. ἦν γὰρ ἂν μόνον αὐτὸ τὸ μέρος τοῦ σώματος ἔμψυχον τὸ πλησιάζον τῇ ψυχῇ, τὸ δὲ μὴ συνημμένον ἄψυχον· πρὸς τῷ μὴ δύνασθαι ἓν λέγειν εἶναι τὰ κατὰ παράθεσιν, ὡς ξύλα φέρε ἢ σίδηρον ἤ τι τοιοῦτον. καὶ ἡ κρᾶσις δὲ τοῦ οἴνου καὶ τοῦ ὕδατος ἀμφότερα συνδιαφθείρει, οὔτε γὰρ ὕδωρ ἐστὶ καθαρὸν τὸ κρᾶμα οὔτε οἶνος, καίτοι τῆς τοιαύτης κράσεως κατὰ παράθεσιν γινομένης λανθάνουσαν τὴν αἴσθησιν διὰ τὸ λεπτομερὲς τῶν κεκραμένων· δῆλον δὲ ἐκ τοῦ πάλιν ἀπ' ἀλλήλων δύνασθαι χωρίζεσθαι· σπόγγος γοῦν ἐλαιωθεὶς ἀνιμᾶται καθαρὸν τὸ ὕδωρ καὶ πάπυρος· αἰσθητῶς δὲ χωρίσαι τὰ ἀκριβῶς ἡνωμένα παντάπασιν ἀδύνατον. εἰ δὲ μήτε ἥνωται μήτε παράκειται μήτε κέκραται, τίς ὁ λόγος τοῦ τὸ ζῷον ἓν λέγεσθαι; Πλάτων μὲν οὖν καὶ διὰ ταύτην τὴν ἀπορίαν οὐ βούλεται τὸ ζῷον ἐκ ψυχῆς εἶναι καὶ σώματος· ἀλλὰ ψυχὴν σώματι κεχρημένην, καὶ ὥσπερ ἐνδεδυμένην τὸ σῶμα. ἔχει δὲ καὶ οὗτος ὁ λόγος ἄπορόν τι. πῶς γὰρ ἓν εἶναι δύναται μετὰ τοῦ ἐνδύματος ἡ ψυχή; οὐ γὰρ ἓν ὁ χιτὼν μετὰ τοῦ ἐνδεδυμένου. Ἁμμώνιος δὲ ὁ διδάσκαλος Πλωτίνου τὸ ζητούμενον τοῦτον τὸν τρόπον ἐπελύετο. ἔλεγεν τὰ νοητὰ τοιαύτην ἔχειν φύσιν ὡς καὶ ἑνοῦσθαι τοῖς δυναμένοις αὐτὰ δέξασθαι καθάπερ τὰ συνεφθαρμένα, καὶ ἑνούμενα μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα, ὡς τὰ παρακείμενα. ἐπὶ μὲν γὰρ σωμάτων ἡ ἕνωσις ἀλλοίωσιν τῶν συνιόντων πάντως ἐργάζεται, ἐπειδήπερ εἰς ἄλλα σώματα μεταβάλλεται, ὡς τὰ στοιχεῖα εἰς τὰ συγκρίματα, καὶ αἱ τροφαὶ εἰς αἷμα, τὸ δὲ αἷμα εἰς σάρκα καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν γίνεται, ἀλλοίωσις δὲ οὐ παρακολουθεῖ. οὐ γὰρ πέφυκε [νοητὸν] κατ' οὐσίαν ἀλλοιοῦσθαι, ἀλλ' ἢ ἐξίσταται ἢ εἰς τὸ μὴ ὂν φθείρεται, μεταβολὴν δὲ οὐκ ἐπιδέχεται· ἀλλ' οὔτε εἰς τὸ μὴ ὂν φθείρεται, οὐ γὰρ ἂν ἦν ἀθάνατα· καὶ ἡ ψυχὴ ζωὴ οὖσα εἰ ἐν τῇ κράσει μετεβάλλετο ἠλλοιώθη ἂν καὶ οὐκ ἦν ἂν ἔτι ζωή. τί δὲ συνεβάλλετο τῷ σώματι εἰ μὴ παρεῖχεν αὐτῷ τὴν ζωήν; οὐκ ἄρα