1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

53

τις βουληθείη συναγαγεῖν εἰς ἄπειρον ἂν μῆκος ἐκτείνειεν τὸν λόγον. εἰ δὲ μὴ πᾶσι τοῖς ἁμαρτάνουσιν ὁ αὐτὸς τρόπος τῶν ἐλέγχων ἐπάγεται, ἄλλ' ἔνιοι καὶ διαφεύγειν δοκοῦσιν, μηδεὶς ἀρνείσθω διὰ τοῦτο τὴν πρόνοιαν. οὐ γὰρ καθ' ἕνα μόνον τρόπον ποιεῖται τὴν τῶν ἀν θρώπων ἐπιμέλειαν, ἀλλὰ κατὰ πολλοὺς καὶ διαφόρους. οὐχ ἥκιστα δὲ τὸ εἶναι πρόνοιαν δείκνυσιν ἡ τῶν σωμάτων τῶν ἐν γενέσει καὶ φθορᾷ κατασκευὴ καὶ ἀναλογία διὰ παντὸς ὁμοίως φυλαττομένη. παντὶ γὰρ μορίῳ τοῦ σώματος ἐμφαίνεται τῆς προνοίας ἡ προμήθεια, ἅτινα τοῖς φιλοπόνοις ἔξεστιν ἐκ διαφόρων συγγραμμάτων ἀναλέγεσθαι. καὶ ἡ τῶν χρωμάτων δὲ ποικιλία τῶν ἐν τοῖς ζῴοις τὸν αὐτὸν ἀεὶ κόσμον φυλάττουσα κέκραγε πρόνοιαν εἶναι, καὶ τὸ κοινῇ δὲ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενον, τὸ δεῖν εὔχεσθαι καὶ θεραπεύειν τὸ θεῖον ἀναθήμασί τε καὶ περιβόλοις, προνοίας ἐστὶ δηλωτικόν. ἀπρονοήτου γὰρ ὄντος τοῦ παντός, τίς ἂν ἢ τί τις εὔξαιτο; καὶ ἡ σπουδὴ δὲ ἡ περὶ τὰς εὐεργεσίας, φυσικῶς ἐν τοῖς ἀδιαστρόφοις σπουδα ζομένη, τὴν πρόνοιαν ἐμφαίνει. τὸν γὰρ ἐκ ταύτης μισθὸν ἀπεκδεχόμενοι καὶ τοὺς μὴ δυναμένους ἀμείψασθαι ποιεῖν εὖ προαιρούμεθα. προνοίας δὲ ἀναιρουμένης συγκεχώρηται μὲν ἀδικία τοῖς δυναμένοις ἀδικεῖν, ἀναιρεῖται δὲ ἐλεημοσύνη καὶ θεοῦ φόβος, συναναιρεῖται δὲ τούτοις ἀρετὴ καὶ εὐσέβεια· εἰ γὰρ μὴ προνοεῖ θεός, οὐδὲ τιμωρεῖται οὐδὲ τοῖς εὖ πράττουσιν ἔπαθλα νέμει οὐδὲ τῶν ἀδικουμένων τὰς βλάβας ἀπείργει. τίς ἂν οὖν ἔτι προσκυνήσειεν θεόν, μηδὲν εἰς μηδὲν ἡμῖν συμβαλλόμενον; ἀναιρεῖται δὲ καὶ προφητεία καὶ πᾶσα πρόγνωσις. ἀλλ' οὐ συμφωνεῖ ταῦτα τοῖς καθ' ἑκάστην σχεδὸν ἡμέραν ὁρωμένοις. πολλαὶ μὲν γὰρ ἐν ταῖς χρείαις ἐπιφάνειαι τοῦ θείου, πολλὰ δὲ καὶ δι' ὀνείρων τοῖς κάμνουσι δίδοται βοηθήματα, πολλαί τε προγνώσεις καθ' ἑκάστην γενεὰν ἐξηνέχθησαν, πολλοὶ δὲ μιαιφονήσαντες καί τι τῶν ἀθεμίτων πράξαντες ἐκδειματοῦνται νύκτωρ τε καὶ μεθ' ἡμέραν. ἄλλως τε ἀγαθός ἐστιν ὁ θεός· ἀγαθὸς δὲ ὤν, εὐεργετικός ἐστιν· εἰ δὲ εὐεργετικός, καὶ προ νοητικός. τί δεῖ λέγειν τὰ τῆς κτίσεως ἔργα καὶ τὴν ἀναλογίαν αὐτῆς καὶ τὴν ἁρμονίαν καὶ τὴν θέσιν καὶ τὴν τάξιν καὶ τὴν χρείαν ἣν ἕκαστον παρέχεται τῷ παντί, καὶ ὡς οὐχ οἷόν τε ἄλλως καλῶς ἔχειν παρ' ὃ νῦν ἔχει, καὶ ὡς οὔτε προσθήκην ἐπιδέχεται οὔτε τῶν ὄντων ἐπιλείπειν τι δύναται, ἀλλὰ τέλεια πάντα καὶ καλά, σοφῶς τε καὶ προνοητικῶς δεδημιούργηται; ἀλλ' εἰς τὸν τῆς δημιουργίας λόγον ἀναβαλώμεθα τὴν τούτων ἔκθεσιν, ἵνα μὴ πάθωμεν ὅπερ πολλοὶ τῶν περὶ προνοίας γραψάντων πεπόνθασιν. τὴν γὰρ κτίσιν ἀντὶ τῆς προνοίας ἀνυμνοῦσιν, ποδηγοῦσαν μὲν ἡμᾶς εἰς τὸν περὶ τῆς προνοίας λόγον, κατὰ πολὺ δὲ διαφέρουσαν. οὐ γὰρ ταὐτόν ἐστι πρόνοια καὶ κτίσις. κτίσεως μὲν γὰρ τὸ καλῶς ποιῆσαι τὰ γινόμενα· προνοίας δὲ τὸ καλῶς ἐπιμεληθῆναι τῶν γινομένων· οὐ συνυπάρχει δὲ ταῦτα πάντως ἀλλήλοις, ὡς ἔστιν ἐκ τῶν ἀνδρῶν τῶν καθ' ἑκάστην τέχνην καὶ μέθοδον ἰδεῖν. οἱ μὲν γὰρ αὐτῶν ἄχρι μόνου τοῦ ποιῆσαι καλῶς ἵστανται, καὶ οὐδὲν ἔτι φροντίζουσιν, ὡς τέκτονές τε καὶ γραφεῖς καὶ πλάσται· οἱ δὲ μόνον ἐπιμελοῦνται καὶ προνοοῦσιν, ὡς βουκόλοι τε καὶ ποιμένες· οὐκοῦν καὶ ἡμεῖς ἐν μὲν τῷ περὶ τῆς κτίσεως λόγῳ δεόντως ἂν ἐπιδεικνύοιμεν ὅτι καλῶς γέγονε τὰ γενόμενα· ἐν δὲ τῷ περὶ προνοίας ὅτι καὶ τῆς δεούσης ἐπιμελείας τυγχάνει μετὰ τὸ γενέσθαι. πῶς οὖν ἄνθρωπος ἐξ ἀνθρώπου καὶ βοῦς ἐκ βοὸς ἀεὶ γεννᾶται, καὶ ἕκαστον ἐκ τοῦ οἰκείου σπέρματος φύεται, καὶ οὐκ ἐξ ἄλλου, προνοίας ἀπούσης; εἰ γὰρ λέγοι τις ὅτι κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν εἱρμῷ προβαίνει τὸ πρᾶγμα, τοῦτο ἂν εἴη λέγων ὅτι τῇ κτίσει συνυπάρχει πάντως ἡ πρόνοια. τὸ γὰρ εἱρμῷ προβαίνειν τὸ κτισθὲν δηλοῖ τῇ κτίσει συγκαταβεβλῆσθαι τὴν πρόνοιαν. προνοίας γὰρ ἡ μετὰ τὴν κτίσιν διεξαγωγὴ τῶν ὄντων· καὶ οὕτως οὐδὲν ἂν ἄλλο λέγοι ἢ τὸν αὐτὸν εἶναι ποιητὴν ἅμα καὶ προνοητὴν τῶν ὄντων. τίς δὲ ὁρῶν τὰς μορφὰς τῶν ἀνθρώπων ἐν τοσαύταις μυριάσιν διαλλαττού σας καὶ μηδαμοῦ κατὰ πάντα συνεμπιπτούσας, οὐ θαυμάσειε μὲν τὸ ἔργον, ἀναλογιζόμενος δὲ τὴν αἰτίαν, εὑρήσει