1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

6

καὶ αὐτὰ δὲ ταῦτα τὰ σαρκοφάγα τροφὴν ποιεῖται τῶν ζῴων τὰ τὴν γῆν νεόμενα, ὡς λύκοι μὲν καὶ λέοντες ἄρνας καὶ αἶγας καὶ σῦς καὶ ἐλάφους, ἀετοὶ δὲ πέρδικας καὶ φάσσας καὶ λαγωοὺς καὶ τὰ ὅμοια, ἅτινα τοὺς καρποὺς τῆς γῆς νέμεται. καὶ γὰρ τῶν ἰχθύων ἡ φύσις, ἀλληλοφάγος οὖσα, οὐ μέχρι πάντων διήκει σαρκοφαγοῦσα, ἀλλὰ κατέληξεν ἐν τοῖς νεμομένοις φυκία καὶ ἄλλα τινὰ ἐν τῷ ὕδατι φυόμενα. εἰ γὰρ ἦν πάντα τὰ γένη τῶν ἰχθύων σαρκοφάγα, καὶ μηδὲν ἦν ἐκφεῦγον τὴν τῆς σαρκὸς σίτησιν, οὐκ ἂν οὐδ' ἐπ' ὀλίγον ἐπήρκεσεν, ἀλλὰ διεφθάρη, τὰ μὲν ὑπ' ἀλλήλων, τὰ δὲ διὰ τροφῆς ἔνδειαν. ἵνα δὲ μὴ τοῦτο γένηται, τινὲς τῶν ἰχθύων κατεσκευάσθησαν σαρκῶν μὲν ἀπεχόμενοι, τὴν δὲ ὡς ἄν τις εἴποι θαλασσίαν βοτάνην νεμόμενοι, ἵν' ἐκ τούτων καὶ τἆλλα διασώζηται. γίνεται γὰρ βορὰ μὲν τούτων τὰ φυκία, ἐκεῖνα δὲ τῶν ἄλλων, καὶ πάλιν ταῦτα τῶν ἄλλων, ὡς διὰ τὴν τῶν τελευταίων τροφὴν ἀδιαλείπτως ἐκ τοῦ γεώδους τοῦ κατὰ τὴν θάλασσαν παρεχομένην καὶ τὴν τῶν ἄλλων ὑπόστασιν σώζεσθαι. ἀπέδειξεν οὖν ὁ λόγος, τὴν τῶν φυτῶν γένεσιν μὴ δι' ἑαυτήν, ἀλλ' εἰς τροφὴν καὶ σύστασιν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γεγενημένην. εἰ δὲ ταῦτα διὰ τὸν ἄνθρωπον καὶ τὰ ζῷα, δῆλον ὡς καὶ τὰ τῆς τούτων αὐξήσεως καὶ γενέσεως αἴτια διὰ ταῦτα γέγονεν. οὐκοῦν ἀστέρων κινήσεις καὶ οὐρανὸς καὶ ὧραι καὶ ὄμβροι καὶ πάντα τὰ τοιαῦτα διὰ ταῦτα γέγονεν, ἵνα τῶν τροφῶν, ὡς ἐν κύκλῳ, διηνεκῶς χορηγουμένων, ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμείνῃ φύσις· ὡς εὑρίσκεσθαι ταῦτα μὲν διὰ τοὺς καρποὺς, τοὺς δὲ καρποὺς διὰ τὰ ζῷα καὶ τὸν ἄνθρωπον. λοιπόν ἐστιν ἐπιδιασκέψασθαι πότερον καὶ ἡ τῶν ἀλόγων φύσις δι' ἑαυτὴν γέγονεν ἢ διὰ τὸν ἄνθρωπον. ἀλλ' ἴσως ἄτοπον τὰ φρονήσεως ἄμοιρα καὶ καθ' ὁρμὴν φυσικὴν μόνην ζῶντα καὶ πρὸς γῆν κάτω κεκυφότα, καὶ τὴν δουλείαν διὰ τοῦ σχήματος ἐνδεικνύμενα λέγειν δι' ἑαυτὰ παρῆχθαι. πολλῶν δὲ ὄντων τῶν ἐνδεχομένων εἰς τοῦτο ῥηθῆναι, καὶ σχεδὸν ἰδίας συγγραφῆς διὰ τὸ πλῆθος δεομένων, μὴ χωρούσης τῆς προκειμένης ὑποθέσεως τὸ μῆκος τῶν λόγων, ἐπὶ τὰ σύντομα μέν, καίρια δὲ καταντῆσαι προσήκει. εἰ τοίνυν ὡς ἐν εἰκόνι τῷ ἀνθρώπῳ καὶ τὰ τῶν ἔξωθεν ἐσοπτρισθείημεν, ἐξ αὐτῆς ἂν εἴημεν τῆς τῶν ζητουμένων οὐσίας τὰς ἀποδείξεις ποιούμενοι. ὁρῶμεν οὖν ἐν τῇ καθ' ἡμᾶς ψυχῇ τὴν ἀλογίαν καὶ τὰ ταύτης μέρη, λέγω δὲ τὴν ὄρεξιν καὶ τὸν θυμόν, πρὸς ὑπηρεσίαν δεδομένα τῷ λογικῷ, καὶ τὸ μὲν ἄρχον τὰ δὲ ἀρχόμενα, καὶ τὸ μὲν κελεῦον τὰ δὲ κελευόμενα καὶ ὑπηρετούμενα ταῖς χρείαις αἷς ἂν ὁ λόγος ὑποβάλῃ, ὅταν σῴζῃ τὸ κατὰ φύσιν ὁ ἄνθρωπος. εἰ δὲ τῶν ἐν ἡμῖν ἀλόγων τὸ ἐν ἡμῖν ἄρχει λογικόν, πῶς οὐκ εἰκὸς καὶ τῶν ἔξωθεν ἀλόγων αὐτὸ κρατεῖν καὶ πρὸς τὰς χρείας αὐτῷ δεδόσθαι; ὑπηρετεῖσθαι γὰρ φύσει τέτακται τὸ ἄλογον τῷ λογικῷ, ὡς ἐν τοῖς καθ' ἡμᾶς ἐδείχθη. δηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν πολλῶν ζῴων κατασκευή, πρὸς ὑπηρεσίαν τῷ ἀνθρώπῳ ἐπιτήδειος γενομένη, βόες μὲν καὶ πάντα τὰ νωτοφόρα πρὸς γεωργίαν καὶ ἀχθοφορίαν, τὰ πολλὰ δὲ τῶν πτηνῶν καὶ τῶν ἐνύδρων καὶ τῶν χερσαίων πρὸς ἀπόλαυσιν, τὰ δὲ μιμηλὰ πρὸς τέρψιν καὶ ἄνεσιν. εἰ δὲ μὴ πάντα ταῖς τοιαύταις χρείαις ὑπηρετεῖται, ἀλλ' ἔνια καὶ λυμαίνεται τὸν ἄνθρωπον· ἰστέον ὡς προηγου μένως τῶν δι' ὑπηρεσίαν γενομένων καὶ τἆλλα πάντα τὰ ἐνδεχόμενα κατεσκεύασται ἵνα μηδὲν ἐλλείπῃ τῇ κτίσει τῶν ἐνδεχομένων γενέσθαι. οὐδὲ ταῦτα δὲ παντάπασιν ἐκπέφευγε τὴν τῶν ἀνθρώπων ὄνησιν, ἀλλὰ καὶ τὰ δηλητηριώδη πρὸς οἰκείαν ὠφέλειαν ὁ λόγος καρποῦται. κατακέχρηται γὰρ αὐτοῖς πρὸς θεραπείαν τῆς ἐξ αὐτῶν ἐκείνων βλάβης καὶ τῆς τῶν ἄλλων ἀρρωστημάτων ἰάσεως. τοιαῦταί τινές εἰσιν αἱ θηριακαὶ καλούμεναι κατασκευαὶ ἃς ὁ λόγος ἐπενόησεν ἵνα καὶ τούτων κρατῇ δι' αὐτῶν, καὶ ὡς παρὰ τῶν πολεμίων κρατηθέντων ὠφελοῖτο, ἔχει δὲ μυρίας ὁ ἄνθρωπος ἀντιπαθεῖς τούτων δυνάμεις δεδομένας παρὰ τοῦ δημιουργοῦ εἴργειν καὶ ἀμύνεσθαι καὶ διορθοῦσθαι τὰς ἐπιβουλὰς αὐτῶν δυναμέ νας. ἄλλα μὲν γὰρ ἄλλαις ἁρμόζει χρείαις· κοινῇ δὲ πάντα