1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

32

τῶν γινωσκομένων ὁμοιοῦσθαι παρὰ τῶν ἀνθρώπων τὸ Θεῖον, ὡς παντὸς νοήματος, τοῦ κατά τινα περιληπτικὴν φαντασίαν ἐν περινοίᾳ τινὶ καὶ στοχασμῷ τῆς θείας φύσεως γινομένου, εἴδωλον Θεοῦ πλάσσοντος καὶ οὐ Θεὸν καταγγέλ λοντος. 2.166 ∆ιχῇ δὲ τῆς κατ' εὐσέβειαν ἀρετῆς διῃρεμένης, εἴς τε τὸ Θεῖον καὶ εἰς τὴν τοῦ ἤθους κατόρθωσιν (μέρος γὰρ εὐσεβείας καὶ ἡ τοῦ βίου καθαρότης ἐστί), μαθὼν ἐν πρώτοις ἃ χρὴ περὶ τοῦ Θεοῦ γινώσκειν (τὸ δέ γε γινώσκειν ἦν τὸ μηδὲν περὶ αὐτοῦ τῶν ἐξ ἀνθρωπίνης καταλήψεως γινωσκομένων εἰδέναι), οὕτω τὸ ἕτερον τῆς ἀρετῆς εἶδος διδάσκεται, μανθάνων ἐν οἵοις ἐπιτηδεύμασιν ὁ ἐνάρετος κατορθοῦται βίος. 2.167 Μετὰ τοῦτο ἐν τῇ ἀχειροποιήτῳ σκηνῇ γίνεται. Τίς ἀκολουθήσει τῷ διὰ τῶν τοιούτων ὁδεύοντι καὶ ἐπὶ τοσοῦτον ὑψουμένῳ τὸν νοῦν, ὅς, καθάπερ τινὰ κορυφὴν ἐκ κορυφῆς μεταλαμβάνων, διὰ τῆς τῶν ὑψηλῶν ἀναβάσεως ἀεὶ ἑαυτοῦ γίνεται ὑψηλότερος; Πρῶτον κατέλιπε τὴν ὑπώρειαν, πάντων τῶν πρὸς τὴν ἄνοδον ἀτονησάντων ἀποκριθείς. Εἶτα δέχεται τῇ ἀκοῇ τὰς τῶν σαλπίγγων φωνάς, τῷ ὕψει τῆς ἀνόδου συνεπαιρόμενος. Ἐπὶ τούτοις εἰς τὸ ἀόρατον τῆς θεογνωσίας ἄδυτον παραδύεται. Καὶ οὐδὲ ἐν τούτῳ μένει, ἀλλ' ἐπὶ τὴν ἀχειροποίητον μεταβαίνει σκηνήν. Τῷ ὄντι γὰρ ἐπὶ τοῦτο καταντᾷ τὸ πέρας ὁ διὰ τῶν τοιούτων ἀνόδων ὑψούμενος. 2.168 ∆οκεῖ γάρ μοι καὶ καθ' ἕτερον νοῦν διδάσκαλος ἡ οὐρανία σάλπιγξ τῆς ἐπὶ τὸ ἀχειροποίητον παρόδου τῷ ἐπαΐοντι γίνεσθαι. Ἡ γὰρ τῶν κατ' οὐρανὸν θαυμάτων διασκευὴ τὴν ἐκφαινομένην τοῖς οὖσι σοφίαν διαβοῶσα καὶ τὴν μεγάλην τοῦ Θεοῦ δόξαν διὰ τῶν φαινομένων διηγουμένη κατὰ τὸ εἰρημένον ὅτι· οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, αὕτη τῷ τρανῷ τε καὶ εὐήχῳ τῆς διδασκαλίας σάλπιγξ μεγαλόφωνος γίνεται, καθά φησί τις τῶν προφητῶν, ὅτι· ἐσάλπισεν ὁ οὐρανὸς ἄνωθεν. 2.169 Ὁ δὲ κεκαθαρμένος τε καὶ ὀξὺς τὴν ἀκοὴν τῆς καρδίας, τὴν ἠχὴν ταύτην δεξάμενος, λέγω δὴ τὴν ἐκ τῆς θεωρίας τῶν ὄντων γινομένην πρὸς τὴν τῆς θείας δυνάμεως γνῶσιν, ὁδηγεῖται δι' αὐτῆς πρὸς τὸ ἐκεῖ διαδῦναι τῇ διανοίᾳ ὅπου ἐστὶν ὁ Θεός. Τοῦτο δὲ γνόφος ὑπὸ τῆς Γραφῆς ὀνομάζεται, ᾧ διερμηνεύεται, καθὼς εἴρηται, τὸ ἄγνωστόν τε καὶ ἀθεώρητον, ἐν ᾧ γενόμενος τὴν ἀχειροποίητον ἐκείνην σκηνὴν βλέπει, ἣν διὰ τῆς ὑλικῆς μιμήσεως τοῖς κάτω δείκνυσι.

2.170 Τίς οὖν ἡ ἀχειροποίητος ἐκείνη σκηνή, ἡ παραδεικ νυμένη τῷ Μωϋσεῖ κατὰ τὸ ὄρος, πρὸς ἣν κελεύεται βλέπων ὡσανεὶ ἀρχέτυπον διὰ τῆς χειροκμήτου κατασκευῆς δεῖξαι τὸ ἀχειροποίητον θαῦμα. Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Στύλοι χρύσεοι, βάσεσιν ἀργυραῖς ἐνερηρεισμένοι καὶ κεφαλαῖς ὡσαύτως ἀργυραῖς ἐπιπρέποντες. Πάλιν ἕτεροι στύλοι, ὧν κεφαλαὶ μὲν καὶ βάσεις ἐκ χαλκοῦ τῆς ὕλης, τὸ δὲ διὰ μέσου τῶν ἄκρων ἄργυρος. Πᾶσι δὲ τούτοις ἔρεισμα μὲν ξύλον ἦν σηπεδόνα μὴ προσδεχόμενον, ἐν κύκλῳ δὲ κατὰ τὸ φαινόμενον ἡ αὐγὴ τῶν τοιούτων ὑλῶν περιεκέχυτο. 2.171 Καὶ κιβωτός τις ὡσαύτως ἐν ἀκηράτῳ στίλβουσα τῷ χρυσῷ, τὸ δὲ διερεῖδον τὴν τοῦ χρυσοῦ περιβολὴν καὶ αὐτὸ ξύλον ἦν σῆψιν οὐ προσδεχόμενον. Λυχνία τις ἐπὶ τούτοις, μία μὲν κατὰ τὸν πυθμένα τῆς βάσεως, ἑπτὰ δὲ κλάδοις κατὰ τὸ ἄκρον διῃρημένη, ἰσαρίθμους λύχνους ἐπὶ τῶν κλάδων ἀνέχουσα. Χρυσὸς δὲ ἦν τῆς λυχνίας ἡ ὕλη, οὐδὲν τῆς κατασκευῆς κοῖλον ἔχων οὐδὲ ξύλῳ διερειδόμενον. Θυσιαστή ριον δὲ πρὸς τούτοις καὶ ἱλαστήριον καὶ τὰ λεγόμενα χερουβὶμ ὧν ταῖς πτέρυξιν ἡ κιβωτὸς ἐσκιάζετο. Πάντα ταῦτα χρυσὸς ἦν, οὐκ ἐπιπόλαιον παρέχων τῇ ἐπιφανείᾳ τὴν εὔχροιαν, ἀλλὰ δι' ὅλου ὁ αὐτὸς ἦν, μέχρι τοῦ βάθους διηκούσης τῆς ὕλης. 2.172 Ποικίλα τε πρὸς τούτοις ἐξ ὑφαντικῆς φιλοτεχνίας καταπετάσματα, διαφόρων ἄνθων ἐπαλλήλοις πρὸς τὴν τοῦ ὑφάσματος ὥραν συμπλεκομένων, οἷς διεκρίνετο τῆς σκηνῆς ὅσον ὁρατόν τε καὶ βάσιμόν τισι τῶν ἱερουργούντων ἦν καὶ ὅσον ἄδυτόν τε καὶ ἀνεπίβατον. Ὄνομα δὲ τῷ μὲν προτε ταγμένῳ Ἅγιον ἦν, τῷ δὲ ἀποκεκρυμμένῳ Ἅγιον ἁγίων. Λουτῆρες ἐπὶ τούτοις καὶ πυρεῖα καὶ ἡ ἔξωθεν τῶν