33
αὐλαίων περιβολὴ καὶ δέρρεις ἐκ τριχῶν καὶ δέρματα πεφοινιγμένα τῷ ἐρυθήματι, καὶ ὅσα ἄλλα διασκευάζει τῷ λόγῳ, τίς ἂν δι' ἀκριβείας λόγος κατανοήσειε; 2.173 Ποίων ἀχειροποιήτων ἐστὶ ταῦτα μιμήματα; Καὶ τί φέρει τοῖς ὁρῶσι κέρδος τῶν ἐκεῖ ὀφθέντων ὑπὸ τοῦ Μωϋσέως ἡ διὰ τῆς ὕλης μίμησις; Ἀλλ' ἐμοὶ δοκεῖ καλῶς ἔχειν τὸν μὲν ἀκριβῆ περὶ τούτων λόγον καταλιπεῖν ἐκείνοις οἳ διὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ Θεοῦ ἐρευνᾶν δύναμιν ἔχουσιν, εἰ δή τις τοιοῦτός ἐστιν, ὡς Πνεύματι λαλεῖν μυστήρια, καθώς φησιν ὁ Ἀπόστολος. Ὃ δὲ παρ' ἡμῶν στοχαστικῶς ὑπονοούντων περὶ τοῦ προκειμένου νοήματος λέγεται, τοῦτο ἐπὶ τῇ κρίσει τῶν ἐντυγχανόντων ποιήσομεν, ὡς ἢ ἀπόβλητον ἢ ἀποδεκτὸν νομισθῆναι, ὅπως ἂν ἡ διάνοια τοῦ κρίνειν ἐπεσκεμμένου λογίσηται. 2.174 Φαμὲν τοίνυν, ἐν μέρει τὸ ἐν τούτοις μυστήριον τοῦ Παύλου παραγυμνώσαντος βραχεῖαν ἐκ τῶν εἰρημένων ἀφορμὴν λαβόντες, ὅτι ἐν τύπῳ προεπαι δεύθη Μωϋσῆς τὸ περὶ τῆς σκηνῆς τῆς τὸ πᾶν περιεχούσης μυστήριον. Αὕτη δ' ἂν εἴη Χριστός, ἡ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἥ, ἀχειροποίητος οὖσα κατὰ τὴν ἰδίαν φύσιν, δέχεται τὸ κατασκευασθῆναι, ὅταν ἐν ἡμῖν δέῃ τὴν σκηνὴν ταύτην παγῆναι, ὥστε τὴν αὐτὴν τρόπον τινὰ καὶ ἀκατάσ κευον καὶ κατεσκευασμένην εἶναι, τῷ μὲν προϋπάρχειν ἄκτιστον, τῷ δὲ ὑλικὴν ταύτην δέξασθαι σύστασιν κτίστην γενομένην. 2.175 Τάχα οὐκ ἀσαφὲς τὸ λεγόμενον τοῖς παραδεξαμένοις ἀκριβῶς τὸ τῆς πίστεως ἡμῶν μυστήριον. Ἓν γάρ ἐστιν ἐκ πάντων, ὃ καὶ πρὸ αἰώνων ἦν καὶ ἐπ' ἐσχάτων τῶν αἰώνων ἐγένετο, ὃ τοῦ μὲν γενέσθαι χρονικῶς οὐκ ἐδέετο (πῶς γὰρ ἂν τὸ πρὸ χρόνων καὶ αἰώνων δεηθείη χρονικῆς γενέσεως;), δι' ἡμᾶς δὲ τοὺς ἐξ ἀβουλίας τοῦ εἶναι παραφθαρέντας ἀνεδέξατο τὸ καθ' ἡμᾶς γενέσθαι, ἵνα τὸ ἔξω τοῦ ὄντος γενόμενον εἰς τὸ ὂν πάλιν ἐπαναγάγῃ. Τοῦτο δέ ἐστιν ὁ Μονογενὴς Θεός, ὁ ἐν αὐτῷ μὲν περιέχων τὸ πᾶν, πηξάμενος δὲ καὶ ἐν ἡμῖν τὴν ἰδίαν σκηνήν. 2.176 Εἰ δὲ σκηνὴ τὸ τοσοῦτον ἀγαθὸν ὀνομάζεται, ταρασσέσθω μηδὲν ὁ φιλόχριστος, ὡς κατασμικρυνούσης τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Θεοῦ τῆς ἐγκειμένης τῇ λέξει ἐμφάσεως. Οὐδὲ γὰρ ἄλλο τι τῶν ὀνομάτων ἄξιον τῆς φύσεως τοῦ σημαινομένου ἐστίν, ἀλλὰ πάντα ὁμοίως ἀποπέπτωκε τῆς ἀκριβοῦς σημασίας, τά τε μικρὰ νομιζόμενα καὶ οἷς τι μέγεθος νοημάτων ἐξ ὑπολήψεως ἐνορᾶται. 2.177 Ἀλλ' ὥσπερ τὰ ἄλλα πάντα, κατά τι σημαι νόμενον, ἕκαστον εὐσεβῶς πρὸς ἔνδειξιν τῆς θείας δυνάμεως λέγεται, οἷον ὁ ἰατρός, ὁ ποιμήν, ὁ ὑπερασπιστής, ὁ ἄρτος, ἡ ἄμπελος, ἡ ὁδός, ἡ θύρα, ἡ μονή, τὸ ὕδωρ, ἡ πέτρα, ἡ πηγὴ καὶ ὅσα ἄλλα περὶ αὐτοῦ λέγεται, οὕτω κατά τινα θεοπρεπῆ σημασίαν καὶ τῷ τῆς σκηνῆς κατονομάζεται ῥήματι. Ἡ γὰρ περιεκτικὴ τῶν ὄντων δύναμις ἐν ᾗ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, ἡ κοινὴ τοῦ παντὸς σκέπη, ὁ ἐν αὐτῷ τὸ πᾶν περιέχων, σκηνὴ κυρίως κατονομάζεται. 2.178 Ἀνάγκη δὲ πρόσφορον εἶναι τῷ ὀνόματι τὴν ὀπτασίαν, ἑκάστου τῶν ὀφθέντων πρός τινα θεοπρεποῦς ὑπολήψεως θεωρίαν χειραγωγοῦντος. Ἐπεὶ οὖν ὁ μέγας Ἀπόστολος τὸ καταπέτασμα τῆς κάτω σκηνῆς τὴν σάρκα φησὶν εἶναι, διὰ τὸ ἐκ ποικίλων, οἶμαι, τῶν τεσσάρων στοιχείων ἔχειν τὴν σύστασιν, ταχὰ καὶ αὐτὸς ἐν ὀπτασίᾳ τῆς σκηνῆς γενόμενος, ἐν τοῖς ὑπερουρανίοις ἀδύτοις, ᾧ διὰ τοῦ Πνεύματος ἀπεκα λύφθη τὰ τοῦ παραδείσου μυστήρια, καλῶς ἂν ἔχοι, τῇ μερικῇ προσέχοντας ἑρμηνείᾳ, πᾶσαν τὴν τῆς σκηνῆς θεωρίαν συναρμόζειν τῷ μέρει. 2.179 Γένοιτο δ' ἂν ἡμῖν δι' αὐτῶν τῶν τοῦ Ἀποστόλου λόγων ἡ τῶν τῆς σκηνῆς αἰνιγμάτων σαφήνεια. Φησὶ γάρ που περὶ τοῦ Μονογενοῦς, ὃν ἀντὶ τῆς σκηνῆς νενοήκαμεν, ὅτι· ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατά τε καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε ἐξουσίαι, εἴτε ἀρχαί, εἴτε κυριότητες, εἴτε δυνάμεις. Οὐκοῦν στύλοι ἀργυρολαμπεῖς καὶ χρυσήλατοι καὶ ἀναφορεῖς καὶ δακτύλιοι καὶ τὰ χερουβὶμ ἐκεῖνα, τὰ ταῖς πτέρυξι τὴν κιβωτὸν ἐπικρύπτοντα, καὶ τἄλλα πάντα, ὅσα ἡ τῆς σκηνοπηγίας ὑπογραφὴ περιέχει, εἰ μέν τις πρὸς τὰ ἄνω