1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

33

ἀντ' ἐκείνης, τοιαύτην ἐδέξατο, καὶ δι' αὐτῆς ἐκείνην ἔλυσε. Καὶ καθάπερ τινὸς καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος θανεῖν ὑπὲρ ἐκείνου, ἐξαρπάζει τῆς τιμωρίας αὐτόν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐπειδὴ γὰρ οὐχ ὑπέκειτο κατάρᾳ τῇ τῆς παραβάσεως, ἀνεδέξατο ὁ Χριστὸς ἀντ' ἐκείνης ταύτην, ἵνα λύσῃ τὴν ἐκείνων· Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ.

δʹ. Ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτω καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται. Πῶς εἰς τὰ ἔθνη; Ἐν τῷ σπέρματί σου, φησὶν, εὐλογηθήσονται πάντα τὰ ἔθνη, τουτέστιν, ἐν τῷ Χριστῷ. Εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους γενέσθαι; οὐδεὶς γὰρ τῶν κατηραμένων ἑτέρῳ μεταδίδωσιν εὐλογίας, ἧς αὐτὸς ἀπεστέρηται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Χριστοῦ τὸ πᾶν εἴρηται· αὐτὸς γὰρ ἦν σπέρμα τοῦ Ἀβραὰμ, καὶ δι' αὐτοῦ τὰ ἔθνη εὐλόγηνται, καὶ οὕτω πρόσεισιν ἡ τοῦ Πνεύματος ἐπαγγελία. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωσι διὰ τῆς πίστεως. Ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀχάριστον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες, ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν. Ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις τὴν δικαιοσύνην εἰσήγαγεν· ἡ δὲ δικαιοσύνη τοῦ Πνεύματος τὴν χάριν ἐπεσπάσατο. Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου προκεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τί ἐστι, Κατὰ ἄνθρωπον λέγω; Ἐξ ἀνθρωπίνων παραδειγμάτων. Ἐπειδὴ γὰρ καὶ ἀπὸ Γραφῶν, καὶ ἀπὸ τῶν παρ' αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ' ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέστησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐκβαίνει συνήθειαν. Ἔθος γὰρ αὐτῷ ἀεὶ τοῦτο ποιεῖν, ὥστε καὶ καταγλυκαίνειν τὸν λόγον, καὶ εὐπαράδεκτόν τε καὶ εὐμαθέστερον τοῖς παχυτέροις ποιεῖν.

Οὕτω καὶ Κορινθίοις διαλεγόμενος, φησίν· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; καὶ Ἑβραίοις πάλιν· ∆ιαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Καὶ πολλαχοῦ δὲ ἄν τις εὕροι τούτοις αὐτὸν ἐμφιλοχωροῦντα τοῖς λογισμοῖς. Καὶ γὰρ ὁ Θεὸς ἐν τῇ Παλαιᾷ συνεχῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· Μὴ ἐπιλήσηται γυνὴ τοῦ παιδίου αὐτῆς; καὶ πάλιν, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, Τί ποιεῖς; Καὶ ἐν τῷ Ὠσηὲ ἄνδρα μιμεῖται καταφρονούμενον ὑπὸ τῆς γυναικός. Καὶ ἐν τοῖς τύποις δὲ πολὺ τὸ τῶν ἀνθρωπίνων παραδειγμάτων ἴδοι τις ἂν, ὡς ὅταν τὸ περίζωμα ὁ προφήτης λαμβάνῃ, καὶ εἰς τὸν οἰκίσκον τοῦ κεραμέως κατῄει. Τί οὖν αὐτῷ τὸ ὑπόδειγμα βούλεται; Ὅτι ἡ μὲν πίστις ἀρχαιοτέρα ἦν, ὁ δὲ νόμος νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδομένος, ἵνα προοδοποιήσῃ τῇ 61.654 πίστει. ∆ιό φησιν· Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω. Ἀνωτέρω ἀνοήτους εἰπὼν ἐνταῦθα ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁμοῦ, καὶ παραμυθούμενος. Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην. Ἐὰν ἄνθρωπος, φησὶ, διάθηται, μὴ τολμᾷ τις ἀνατρέψαι μετὰ ταῦτα ἐλθὼν, ἢ προσθεῖναί τι; τοῦτο γάρ ἐστιν, Ἢ ἐπιδιατάσσεται. Οὐκοῦν πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ πρὸς τίνα διέθετο ὁ Θεός; Τῷ Ἀβραὰμ, φησὶν, ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν αὐτοῦ, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ,