34
εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἰδοὺ τοίνυν καὶ ὁ Θεὸς διέθετο τῷ Ἀβραὰμ, διαλεγόμενος εἰς τὰ ἔθνη, ἐν τῷ σπέρματι αὐτοῦ ἥξειν τὰς εὐλογίας· πῶς οὖν ὁ νόμος ἀνατρέψαι δύναται ταύτας; Ἐπειδὴ δὲ τὸ παράδειγμα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο προεῖπε· Κατὰ ἄνθρωπον λέγω. Μηδὲν ἀπὸ τοῦ παραδείγματος εἰς τὴν τοῦ Θεοῦ μεγαλοπρέπειαν λάβῃς. Σκόπει δὲ ἄνωθεν τὸ ὑπόδειγμα· Ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ εὐλογεῖσθαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός. Ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόμος. Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας, καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν. Εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δίδωσιν, ἀλλ' ἕτερος ἀντ' ἐκείνης, ἐκβέβληται ἐκείνη. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Τίνος οὖν ἕνεκεν τὸν νόμον ἔδωκε, φησί; Τῶν παραβάσεων χάριν. Οὐδὲ γὰρ οὗτός ἐστι περιττός.
Ὁρᾷς πῶς πάντα συνορᾷ; πῶς μυρίοις κέχρηται ὀφθαλμοῖς; Ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε, καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη· Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ' ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ' ὅμως κἂν ἐκ μιᾶς τῶν ἐντολῶν. Ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. Ἀλλ' ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται· περὶ Χριστοῦ λέγων. Εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται, τί περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις; ∆ιαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Ἢ τοὺς ἱερέας ἀγγέλους καλεῖ, ἢ καὶ αὐτοὺς τοὺς ἀγγέλους ὑπηρετήσασθαί φησι τῇ νομοθεσίᾳ. Μεσίτην δὲ ἐνταῦθα τὸν Χριστόν φησι, δεικνὺς ὅτι προῆν, καὶ τὸν νόμον αὐτὸς ἔδωκεν. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστι.
εʹ. Τί ἂν ἐνταῦθα εἴποιεν αἱρετικοί; Εἰ γὰρ τὸ μόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν, διὰ τὸ λέγεσθαι, Ὁ δὲ Θεὸς εἷς ἐστιν. Εἰ δὲ ἑνὸς λεγομένου Θεοῦ τοῦ Πατρὸς, ἐστὶ Θεὸς καὶ ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ἀληθινοῦ λεγομένου τοῦ Πατρὸς, ἀληθινὸς καὶ ὁ Υἱός. Ὁ δὲ μεσίτης, φησὶ, δύο τινῶν γίνεται μεσίτης. Τίνος οὖν μεσίτης ἦν ὁ Χριστός; Ἦ δῆλον, ὅτι Θεοῦ καὶ ἀνθρώπων. Ὁρᾷς πῶς δείκνυσιν, ὅτι καὶ τὸν νόμον αὐτὸς ἔδωκεν; Εἰ τοίνυν αὐτὸς ἔδωκε, κύριος ἂν εἴη καὶ λῦσαι πάλιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; εἰ γὰρ ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Πῶς οὖν λύει τὴν ἀντίθεσιν; Πρῶτον μὲν ἀπαγορεύει, εἰπών· Μὴ γένοιτο· ἔπειτα καὶ κατασκευάζει, οὕτω λέγων· Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, καὶ αὐτὸς ἦν ὁ τὸ κῦρος ἔχων τῆς ἡμετέρας σωτηρίας, ἴσως ταῦτα καλῶς ἔλεγες· εἰ δὲ ἀπὸ πίστεως σώζει, κἂν ἐπικαταράτους ποιῇ, οὐδὲν ἐβλάβης ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης. Εἰ μὲν γὰρ δι' ἐκείνου ἡ ἐπαγγελία, εἰκότως ἐδεδοίκεις μὴ τῆς δικαιοσύνης ἐκπέσῃς, ἐκπίπτων τοῦ νόμου· εἰ δὲ διὰ τοῦτο ἐδόθη, ἵνα συγκλείσῃ πάντας, τουτέστιν, ἵνα ἐλέγξῃ, καὶ δείξῃ τὰ οἰκεῖα αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τοῦ τυχεῖν τῆς ἐπαγγελίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν. Τοῦτο γοῦν δηλῶν ἔλεγεν· Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ