1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

35

κατὰ ταὐτὸν καθάπαξ κατάγων ἐπὶ τὸ ὕδωρ, λουτὴρ τοῦ Κανδάκου ὁ Φίλιππος καὶ πάντων πάντες τῶν μετεχόντων τῆς δωρεᾶς οἱ ἐνεργοῦντες τὴν χάριν. 2.186 Τὰς δὲ αὐλαίας, αἳ διὰ τῆς μετ' ἀλλήλων συμβολῆς τὴν σκηνὴν ἐν κύκλῳ διαλαμβάνουσι, τὴν ἀγαπητικήν τε καὶ εἰρηνικὴν τῶν πιστευόντων ὁμόνοιαν εἶναί τις ὑπονοῶν οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, οὕτω τοῦ ∆αβὶδ ἑρμηνεύσαντος ὅς φησιν ὅτι· θεὶς τὰ ὅριά σου εἰρήνην. 2.187 ∆έρμα δὲ πεφοινιγμένον καὶ δέρρεις ἀπὸ τριχῶν πρὸς κόσμον τῆς σκηνῆς συντελοῦσαι καταλλήλως ἂν νοηθεῖεν ἥ τε νέκρωσις τῆς ἁμαρτητικῆς σαρκός, ἧς αἴνιγμα τὸ πεφοιγμένον δέρμα ἐστί, καὶ ἡ τραχεῖα διαγωγὴ κατ' ἐγκράτειαν, οἷς ὡραΐζεται μάλιστα ἡ τῆς Ἐκκλησίας σκηνή. Τὰ γὰρ δέρματα ζωτικὴν ἐν ἑαυτοῖς οὐκ ἔχοντα δύναμιν τὴν ἐκ φύσεως τῇ βαφῇ τοῦ ἐρυθήματος εὐανθῆ γίνεται, ὅπερ διδάσκει τὴν διὰ τοῦ Πνεύματος ἐπανθοῦσαν χάριν μὴ ἐν ἀνθρώποις γίνεσθαι, εἰ μή τινες ἑαυτοὺς τῇ ἁμαρτίᾳ νεκρώσειαν. Εἰ δὲ καὶ ἡ σώφρων αἰδὼς ἐν τῇ βαφῇ τοῦ ἐρυθήματος ὑπὸ τοῦ λόγου σημαίνεται, ἐπὶ τῷ βουλομένῳ ποιοῦμαι τὴν κρίσιν. Ἥ τε ἐκ τῶν τριχῶν συμπλοκὴ τραχύ τε καὶ δυσαφὲς ἀπεργαζομένη ἐξύφασμα τὴν τραχεῖαν ταύτην καὶ δαπανητικὴν τῶν καθομιλούντων παθῶν ἐγκράτειαν ὑπαινίσσεται. Τὰ δὲ τοιαῦτα πάντα δείκνυσιν ἐφ' ἑαυτῆς ἡ ἐν παρθενίᾳ ζωή, ἡ τὴν σάρκα τῶν οὕτω βιούντων ὑπωπιάζουσα. 2.188 Εἰ δὲ τὸ ἔνδον, ὅπερ Ἅγιον ἁγίων λέγεται, τοῖς πολλοῖς ἐστιν ἀνεπίβατον, μηδὲ τοῦτο ἀπᾴδειν τῆς τῶν νοηθέντων ἀκολουθίας νομίσωμεν. Ἀληθῶς γὰρ ἅγιόν τι χρῆμά ἐστι καὶ ἁγίων ἅγιον καὶ τοῖς πολλοῖς ἄληπτόν τε καὶ ἀπρόσιτον ἡ τῶν ὄντων ἀλήθεια. Ἧς ἐν τοῖς ἀδύτοις τε καὶ ἀπορρήτοις τῆς τοῦ μυστηρίου σκηνῆς καθιδρυμένης ἀπολυπραγμόνητον εἶναι χρὴ τῶν ὑπὲρ κατάληψιν ὄντων τὴν κατανόησιν, πιστεύοντας εἶναι μὲν τὸ ζητούμενον, οὐ μὴν τοῖς ὀφθαλμοῖς πάντων προκεῖσθαι, ἀλλ' ἐν τοῖς ἀδύτοις τῆς διανοίας μένειν ἀπόρρητον. 2.189 Ταῦτα δὲ καὶ τὰ τοιαῦτα παιδευθεὶς διὰ τῆς κατὰ τὴν σκηνὴν ὀπτασίας ὁ κεκαθαρμένος ἐκεῖνος ὀφθαλμὸς τῆς Μωϋσέως ψυχῆς καὶ διὰ τῶν τοιούτων ὑψωθεὶς θεαμάτων, πάλιν πρὸς κορυφὴν ἄλλων νοημάτων ἀναβιβάζεται, τὸν στολισμὸν τῆς ἱερωσύνης ἐκπαιδευόμενος, ἐν οἷς ἐστιν ὅ τε ὑποδύτης καὶ ὁ ἐπενδύτης καὶ τὸ προστήθιον ἐκεῖνο, ταῖς ποικίλαις τῶν λίθων αἴγλαις περιλαμπόμενον, καὶ ἡ περὶ τὴν κεφαλὴννία καὶ τὸ ἐπ' αὐτῆς πέταλον, ἡ περισκελίς, οἱ ῥοΐσκοι, οἱ κώδωνες, εἶτα ὑπεράνω πάντων τὸ λόγιόν τε καὶ ἡ δήλωσις καὶ ἡ ἐπ' ἀμφοῖν θεωρουμένη ἀλήθεια, αἵ τε συνδετικαὶ τούτων ἑκατέρωθεν ἐπωμίδες, ἐγκεκολλαμέναι τῶν πατριαρχῶν τὰ ὀνόματα, 2.190 ὧν ὑποτέμνεται τὸ πλῆθος τῆς καθ' ἕκαστον ἀκριβοῦς θεωρίας αὐτὰ τῆς περιβολῆς τὰ ὀνόματα. Ποῖον γὰρ σωματικῶν ἐσθημάτων ὄνομα δήλωσις ἢ λόγιον ἢ ἀλήθεια; Ἦ δηλονότι δείκνυται διὰ τούτων τὸ μὴ ταύτην τὴν αἰσθητὴν περιβολὴν διὰ τῆς ἱστορίας ἡμῖν ὑπογράφεσθαι, ἀλλά τινα κόσμον ψυχῆς διὰ τῶν κατ' ἀρετὴν ἐπιτηδευμάτων ἐξυφαινόμενον. 2.191 Ὑάκινθός ἐστιν ἡ τοῦ ποδήρους βαφή. Φασὶ δέ τινες τῶν πρὸ ἡμῶν τεθεωρηκότων τὸν λόγον τὸν ἀέρα σημαίνεσθαι τῇ βαφῇ. Ἐγὼ δὲ εἰ μέν τι τὸ τοιοῦτον τοῦ χρώματος ἄνθος πρὸς τὸ ἀέριον χρῶμα συγγενῶς ἔχει, ἀκριβῶς οὐκ ἔχω διϊσχυρίζεσθαι. Τὸν μέντοι λόγον οὐκ ἀποβάλλω. Συντείνει γὰρ πρὸς τὴν κατ' ἀρετὴν θεωρίαν τὸ νόημα, ὅτι βούλεται τὸν μέλλοντα τῷ Θεῷ ἱερᾶσθαι καὶ τὸ ἑαυτοῦ προσάγειν σῶμα τῇ ἱερουργίᾳ καὶ σφάγιον γίνεσθαι μὴ νεκρούμενον, ἐν τῇ ζώσῃ θυσίᾳ καὶ λογικῇ λατρείᾳ, μὴ παχείᾳ τινὶ καὶ πολυσάρκῳ τοῦ βίου περιβολῇ καταβλάπτειν τὴν ψυχήν, ἀλλ' ἀπολεπτύνειν, οἷόν τι ἀράχνιον νῆμα, τῇ καθαρότητι τῆς ζωῆς πάντα τὰ τοῦ βίου ἐπιτηδεύματα καὶ ἐγγὺς εἶναι πρὸς τὸ ἀνωφερές τε καὶ κοῦφον καὶ ἐναέριον, τὴν σωματώδη ταύτην μετακλώσαντα φύσιν ἵνα, ὅταν τῆς ἐσχάτης ἀκούσωμεν σάλπιγγος, ἀβαρεῖς τε καὶ κοῦφοι πρὸς τὴν φωνὴν τοῦ κελεύοντος εὑρεθέντες, μετάρσιοι δι' ἀέρος ἅμα τῷ Κυρίῳ φερώμεθα, ὑπὸ μηδενὸς βάρους ἐπὶ τὴν γῆν καθελκόμενοι. Ὁ γάρ, κατὰ τὴν τοῦ ψαλμῳδοῦ