35
ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Ἐπειδὴ γὰρ Ἰουδαῖοι οὐδὲ τῶν ἁμαρτημάτων ᾐσθάνοντο τῶν οἰκείων, οἱ δὲ μὴ αἰσθανόμενοι, οὐδὲ ἀφέσεως ἐπεθύμουν, ἔδωκε τὸν νόμον ἐλέγχοντα τὰ τραύματα, ἵνα ποθήσωσι τὸν ἰατρόν. Τὸ γὰρ, Συνέκλεισεν, ἤλεγξέν ἐστι, καὶ ἐλέγξας κατεῖχεν ἐν φόβῳ. Εἶδες ὅτι οὐ μόνον κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπαγγελιῶν ἐδόθη; Εἰ μὲν γὰρ ἑαυτῷ τὸ πρᾶγμα ἐξεδίκει καὶ τὴν αὐθεντίαν ὁ νόμος, καλῶς ταῦτα ἐλέγετο· εἰ δὲ ἑτέρῳ τρέχει, καὶ δι' ἐκεῖνον πάντα ἔπραττε, πῶς κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Εἰ γὰρ μὴ νόμος ἐδόθη, πάντες εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔμελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, δύο ταῦτα κατώρθωσεν, ἀρετὴν σύμμετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁμαρτήματα, ὃ μάλιστα αὐτοὺς ἐποίει προθυμοτέρους πρὸς τὸ ζητεῖν τὸν Υἱόν.
Οἱ γοῦν μὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ μὴ καταγνῶναι τῶν οἰκείων ἁμαρτημάτων, οὐκ ἐπίστευσαν. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἶδες πῶς σαφῶς ἅπερ εἰρήκαμεν παρέστησε; Τὸ γὰρ, Ἐφρουρούμεθα, καὶ, Συγκεκλεισμένοι, οὐδὲν ἕτερον δηλοῦντός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόμου γενομένην ἀσφάλειαν. Ὥσπερ γὰρ ἐν τειχίῳ τινὶ τῷ φόβῳ κατέχων αὐτοὺς 61.656 καὶ τῷ βίῳ τῷ κατ' αὐτὸν ὁ νόμος ἐτήρει τῇ πίστει. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντιοῦται τῷ διδασκάλῳ, ἀλλὰ καὶ συμπράττει, πάσης κακίας ἀπαλλάττων τὸν νέον, καὶ μετὰ πάσης σχολῆς τὰ μαθήματα παρὰ τοῦ διδασκάλου δέχεσθαι παρασκευάζων· ἀλλ' ὅταν ἐν ἕξει γένηται, ἀφίσταται λοιπὸν ὁ παιδαγωγός. ∆ιὰ τοῦτό φησιν· Ἐλθούσης δὲ τῆς πίστεως τῆς εἰς τὸν τέλειον ἄνδρα ἀγούσης, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Εἰ τοίνυν ὁ νόμος παιδαγωγὸς, καὶ ὑπ' αὐτὸν ἐφρουρούμεθα συγκεκλεισμένοι, οὐκ ἐναντίος τῆς χάριτος, ἀλλὰ καὶ συνεργός· εἰ δὲ ἐλθούσης τῆς χάριτος ἐπιμένοι κατέχων, τότε ἐναντίος. Ἂν γὰρ ὀφείλοντας ἐξελθεῖν πρὸς αὐτὴν συγκλείῃ, τότε τὴν ἡμετέραν λυμαίνεται σωτηρίαν. Ὥσπερ γὰρ ὁ λύχνος ἐν τῇ νυκτὶ φωτίσας, ἐὰν γενομένης ἡμέρας ἀναγκάζῃ μὴ καθορᾷν τὸν ἥλιον, οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλὰ καὶ ἐλυμήνατο· οὕτω καὶ ὁ νόμος, ἂν πρὸς τὰ μείζονα κώλυμα γίνηται. Οἱ τοίνυν αὐτὸν τηροῦντες νῦν, οὗτοι μάλιστα αὐτὸν διαβάλλουσι. Καὶ γὰρ ὁ παιδαγωγὸς τότε καταγέλαστον ποιεῖ τὸν νέον, ὅταν καιροῦ καλοῦντος αὐτὸν ἀποστῆναι, παρ' ἑαυτῷ κατέχῃ. ∆ιὸ καὶ ὁ Παῦλός φησιν· Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐστε. Ὥστε οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε. Βαβαὶ, πόση τῆς πίστεως ἡ δύναμις, καὶ πῶς αὐτὴν ἐκκαλύπτει προϊών! Πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι υἱοὺς ἐποίει τοῦ πατριάρχου· Γινώσκετε γὰρ, φησὶν, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· νῦν δὲ ἀποφαίνει, ὅτι καὶ τοῦ Θεοῦ· Πάντες γὰρ υἱοὶ Θεοῦ, φησὶν, ἐστὲ διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. ∆ιὰ τῆς πίστεως, οὐ διὰ τοῦ νόμου. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ θαυμαστὸν, λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο ἦν. Ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν. Εἰ γὰρ ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν ἢ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε