36
ὑποθήκην, ἐκτήξας ὡς ἀράχνην τὴν ἑαυτοῦ ψυχήν, τὸν ἀερώδη ἐκεῖνον χιτῶνα περιεβάλετο ἐκ κεφαλῆς εἰς ἄκρους πόδας διήκοντα. Οὐ γὰρ βούλεται κολοβοῦσθαι τὴν ἀρετὴν ὁ νόμος.
2.192 Ἡ οὖν λαμπηδὼν τῶν καλῶν ἔργων οἱ χρύσεοι κώδωνές εἰσι τοῖς ῥοΐσκοις περιδονούμενοι. ∆ύο γάρ ἐστι ταῦτα ἐπιτηδεύματα, δι' ὧν ἡ ἀρετὴ συναγείρεται, ἥ τε περὶ τὸ Θεῖον πίστις καὶ ἡ περὶ τὸν βίον συνείδησις. Τούτους προστίθησι τῷ ἐνδύματι τοῦ Τιμοθέου τοὺς ῥοΐσκους τε καὶ τοὺς κώδωνας ὁ μέγας Παῦλος, εἰπὼν αὐτὸν ἔχειν δεῖν πίστιν καὶ ἀγαθὴν συνείδησιν. Οὐκοῦν ἡ μὲν πίστις καθαρὸν ἠχείτω καὶ μεγαλόφωνον ἐν τῷ τῆς ἁγίας Τρίαδος κηρύγματι, ὁ δὲ βίος μιμείσθω τοῦ καρποῦ τῆς ῥοιᾶς τὴν φύσιν. 2.193 Ἐκείνης γὰρ ἄβρωτός ἐστιν ἡ ἐπιφάνεια, στερρῷ τε καὶ κατεστυμμένῳ τῷ ἐλυτρῷ διειλημμένη, τὸ δὲ ἐγκείμενον ἡδὺ μὲν ὀφθῆναι τῷ ποικίλῳ τε καὶ εὐκόσμῳ τῆς τοῦ κάρπου διαθέσεως, ἥδιον δὲ τῇ γεύσει γίνεται, καταγλυκαῖνον τὴν αἴσθησιν. Ἡ δὲ φιλόσοφος καὶ κατεστυμμένη διαγωγὴ δύσληπτός τις οὖσα καὶ ἀηδὴς τῇ αἰσθήσει πλήρης ἀγαθῶν ἐλπίδων ἐστὶ κατὰ τὸν ἴδιον καιρὸν πεπανθεῖσα. Ἐπειδὰν γὰρ ὁ γεωργὸς ἡμῶν ἀναπτύξῃ τοῦ βίου τὴν ῥοιὰν τῷ ἰδίῳ καιρῷ καὶ δείξῃ τῶν ἀποθέτων τὸ κάλλος, τότε γλυκεῖα γίνεται τοῖς ἀπολαύουσιν ἡ μετουσία τῶν ἰδίων καρπῶν. Φησὶ γάρ που καὶ ὁ θεῖος Ἀπόστολος ὅτι πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης (τουτέστι τῆς ῥοιᾶς τὸ προεντυγχάνον τοῖς ἁπτομένοις), ὕστερον δὲ καρπὸν εἰρηνικὸν ἀποδίδωσι· τοῦτο ἡ τῶν ἔνδοθεν ἐδωδίμων γλυκύτης. 2.194 Τὸν δὲ χιτῶνα τοῦτον καὶ κοσυμβωτὸν εἶναι ὁ λόγος διακελεύεται. Κόσυμβοι δέ εἰσιν αὐτῷ τὰ ἔξω τῆς χρείας κόσμου χάριν ἀπηρτημένα σφαιροειδῆ ἀπαρτήματα. Μανθά νομεν δὲ διὰ τούτων τὸ δεῖν μὴ τῇ ἐντολῇ μόνον τὴν ἀρετὴν μετρεῖσθαι, ἀλλά τι καὶ παρ' ἡμῶν ἐξευρίσκεσθαι διὰ τῶν ἔξωθεν παρεπινοουμένων, ὡς ἂν προσθήκη τις κόσμου γένοιτο τῷ ἐνδύματι, οἷος ὁ Παῦλος ἦν, τοὺς καλοὺς παρ' ἑαυτοῦ κοσύμβους ταῖς ἐντολαῖς συμπλέκων. Τοῦ γὰρ νόμου κελεύοντος τοὺς τῷ θυσιαστηρίῳ παρεδρεύοντας τῷ θυσιαστηρίῳ συμμερίζεσθαι καὶ τοὺς τὸ Εὐαγγέλιον καταγ γέλλοντας ἐκεῖθεν ζῆν, οὗτος ἀδάπανον ποιεῖται τὸ Εὐαγγέ λιον, πεινῶν καὶ διψῶν καὶ γυμνητεύων. Οὗτοί εἰσιν οἱ καλοὶ κόσυμβοι, οἱ τὴν χιτῶνα τῶν ἐντολῶν τῇ παρ' ἑαυτῶν προσθήκῃ κατακοσμοῦντες. 2.195 Εἶτα δύο πέπλοι ἄνωθεν ἐπιβάλλονται τῷ ποδήρει, ἐκ τῶν ὤμων μέχρι τοῦ στήθους καὶ τῶν μεταφρένων καθή κοντες, δύο πόρπαις καθ' ἑκάτερον ὦμον ἀλλήλοις ἑνούμενοι. Αἱ δὲ πόρπαι λίθοι εἰσὶ τὰ τῶν πατριαρχῶν ὀνόματα ἓξ καθ' ἑκάτερον ἐν τοῖς χαράγμασι φέρουσαι. Ποικίλη δὲ τῶν πέπλων ἡ ἱστουργία. Ὑάκινθος μὲν πορφύρᾳ συμπλέκεται, τὸ δὲ τοῦ κόκκου ἐρύθημα τῇ βύσσῳ μίγνυται. Πᾶσι δὲ τούτοις τὸ ἐκ χρυσίου νῆμα συγκατασπείρεται, ὥστε τῆς πολυειδοῦς ταύτης βαφῆς μίαν τινὰ συγκεκραμμένην ὥραν ἐκ τοῦ ὑφάσματος ἀπαυγάζεσθαι. 2.196 Ἃ δὲ διὰ τούτων μανθάνομεν ταῦτά ἐστιν, ὅτι τὰ ἄνω τῆς περιβολῆς, ὅσα τῆς καρδίας ἰδίως γίνεται κόσμος, ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν κατακίρναται. Ἡ οὖν ὑάκινθος τῇ πορφύρᾳ συμπλέ κεται. Τῇ γὰρ καθαρότητι τῆς ζωῆς ἡ βασιλεία συνέζευκται. Κόκκος δὲ τῇ βύσσῳ συναναμίγνυται, ὅτι πέφυκέ πως τῷ τῆς αἰδοῦς ἐρυθήματι τὸ λαμπρόν τε καὶ καθαρὸν τοῦ βίου συμφύεσθαι. Ὁ δὲ χρυσὸς τοῖς ἄνθεσι τούτοις συμπερι λάμπων τὸν ἀποκείμενον τῷ τοιούτῳ βίῳ θησαυρὸν ὑπαινίσ σεται. Πατρίαρχαι δὲ ταῖς ἐπωμίσιν ἐγγεγραμμένοι οὐ μικρὰ πρὸς τὸν τοιοῦτον καλλωπισμὸν ἡμῖν συνεισφέρουσι. Τοῖς γὰρ προλαβοῦσι τῶν ἀγαθῶν ὑποδείγμασι κατακοσμεῖται μᾶλλον ἡ τῶν ἀνθρώπων ζωή. 2.197 Πάλιν δὲ τῷ κόσμῳ τῶν πέπλων ἕτερος ἄνωθεν ἐπιβάλλεται κόσμος. Ἀσπίδες ἐκ χρυσοῦ καθ' ἑκατέρων τῶν ἐπωμίδων καθειμέναι καὶ δι' ἑαυτῶν ἀνέχουσαί τι χρυσό τευκτον ἐν τετραγώνῳ τῷ σχήματι δυοκαίδεκα λίθοις κατα λαμπόμενον, στιχηδὸν διακειμένοις. Τέσσαρες δὲ οἱ στίχοι, τριάδα λίθων ἕκαστος περιέχοντες. Ἐν αἷς οὐκ