1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

36

ἐν Χριστῷ Ἰησοῦ. Εἶδες ψυχὴν ἀκόρεστον; Εἰπὼν γὰρ, ὅτι Υἱοὶ τοῦ Θεοῦ γεγόναμεν διὰ τῆς πίστεως, οὐχ ἵσταται μέχρι τούτου, ἀλλ' ἐπιζητεῖ τι πλέον εὑρεῖν, τὸ δυνάμενον σαφέστερον παραστῆσαι τὴν ἐγγυτέραν πρὸς τὸν Χριστὸν ἕνωσιν.

Καὶ εἰπὼν, ὅτι Αὐτὸν ἐνεδύσασθε, οὐδὲ ταύτῃ ἀρκεῖται τῇ λέξει, ἀλλ' ἑρμηνεύων αὐτὴν, ἐνδοτέρω πρόεισι τῆς τοιαύτης συναφείας, καί φησιν, ὅτι Πάντες εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, μίαν μορφὴν, ἕνα τύπον ἔχετε πάντες τὸν τοῦ Χριστοῦ. Τί τούτων γένοιτ' ἂν φρικωδέστερον τῶν ῥημάτων; Ὁ Ἕλλην καὶ ὁ Ἰουδαῖος καὶ ὁ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ' αὐτοῦ τοῦ πάντων ∆εσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν αὐτῷ δεικνὺς τὸν Χριστόν. Εἰ δὲ ὑμεῖς τοῦ Χριστοῦ, ἄρα τοῦ 61.657 Ἀβραὰμ σπέρμα ἐστὲ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι. Εἶδες πῶς, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἀπ 61.658 έδειξε νῦν τὸ περὶ τοῦ σπέρματος, ὅτι αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δεδομέναι;

61.657 ΚΕΦΑΛΑΙΟΝ ∆ʹ. Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει

δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ

στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.

αʹ. Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην, δεικνὺς ὅτι ὁ μὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αὗται γὰρ ἡμῖν αἱ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. Ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα ἐν ὑπηρέτου καθίστησι τάξει. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ∆ύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷ κατορθῶσαι μόνῳ. Τίνα δὲ ταῦτα ἦν; Ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι. Ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, φησὶ, καὶ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Καλῶς εἶπεν, Ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο, καθὼς διὰ πολλῶν καὶ αὐτὸς ἔδειξε πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γενομένας. Καὶ πόθεν δῆλον, ὅτι γεγόναμεν υἱοὶ, φησίν; Εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν. Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οὐ γὰρ ἂν ἠδυνήθημεν καλέσαι Πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν. Εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης ἀφιέναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τοὐπίσω; Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἐνταῦθα