38
ἐπίσης ἐνεργουμένη. 2.205 Ὁ δὲ περὶ τούτου λόγος ταύτην ἂν ἡμῖν παράσχοιτο τὴν ὠφέλειαν. Ἐπειδὴ πανδημεὶ πάντες πρὸς τὸ κακὸν συνεφρόνησαν καὶ ὥσπερ εἷς ἐγένετο τῷ λόγῳ τῆς κακίας τὸ στρατόπεδον ἅπαν, ἀδιάκριτος ἡ κατ' αὐτῶν γίνεται μάστιξ. Ὡς γάρ τινα τῶν ἐπὶ κακίᾳ πεφωραμένων ὁ πληγαῖς αἰκιζόμενος ὅτιπερ ἂν τύχῃ τοῦ σώματος καταξαίνει διὰ τῆς μάστιγος, εἰδὼς ὅτι ἡ ἐπὶ μέρους ὀδύνη πρὸς τὸ πᾶν διεξέρχεται, οὕτως ὡς παντὸς ὁμοίως κολαζομένου τοῦ εἰς τὴν κακίαν συμφυέντος σώματος ἡ ἐπὶ μέρους ἐνεργουμένη μάστιξ τὸ πᾶν ἐσωφρόνισεν. 2.206 Οὐκοῦν εἴ ποτε τῆς ἴσης κακίας ἐν πολλοῖς θεωρουμένης μὴ κατὰ πάντων, ἀλλὰ κατά τινων ἐνεργήσειεν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, νοεῖν προσήκει τὴν διὰ φιλανθρωπίας ἐνεργου μένην διόρθωσιν, οὐ πάντων μὲν τυπτομένων, πάντων δὲ ταῖς μερικαῖς πληγαῖς πρὸς τὴν τῆς κακίας ἀποστροφὴν σωφρονιζομένων. 2.207 Ἀλλὰ τοῦτο μὲν ἔτι τῶν καθ' ἱστορίαν γεγραμμένων τὸ νόημα. Ἡ δὲ ἀναγωγὴ τοῦτον ἂν ἡμᾶς τὸν τρόπον ὠφελήσειεν. Ἐπειδή φησιν ἐν κοινῷ κηρύγματι πρὸς πάντας ὁ νομοθέτης ὅτι· εἴ τις πρὸς Κύριον, ἴτω πρός με, ὅπερ ἐστὶν ἡ τοῦ νόμου φωνὴ πᾶσιν ἐγκελευομένη τό· εἴ τις βούλεται τοῦ Θεοῦ φίλος εἶναι, ἐμοὶ τῷ νόμῳ φίλος γενέσθω (ὁ γὰρ τοῦ νόμου φίλος καὶ Θεοῦ φίλος ἐστὶ πάντως), καὶ τοῖς πρὸς αὐτὸν διὰ τοῦ τοιούτου κηρύγματος ἀθροισθεῖσιν ἐγκελεύεται χρήσασθαι τῷ ξίφει κατὰ τοῦ ἀδελφοῦ καὶ τοῦ φίλου καὶ τοῦ πλησίον. 2.208 Νοοῦμεν δὲ πρὸς τὸ ἀκόλουθον βλέποντες τῆς θεωρίας ὅτι πᾶς ὁ πρὸς τὸν Θεὸν καὶ τὸν νόμον βλέπων τῷ φόνῳ τῶν κακῶς ᾠκειωμένων αὐτῷ καθαρίζεται. Οὐ γὰρ πᾶς ἀδελφὸς οὐδὲ φίλος, οὐδὲ πλησίον ἐπὶ τὸ κρεῖττον παρὰ τῆς Γραφῆς ὀνομάζεται. Ἀλλ' ἔστι τις καὶ ἀδελφὸς καὶ ἀλλότριος, καὶ φίλος καὶ ἐχθρός, καὶ πλησίον καὶ ἐξ ἐναντίας ἱστάμενος. Τούτους νοοῦμεν τοὺς συμφυομένους ἡμῖν λογισμούς, ὧν ἡ ζωὴ μὲν ἡμέτερον θάνατον, ὁ δὲ θάνατος αὐτῶν ἡμετέραν ζωὴν κατεργάζεται. 2.209 Συμφωνεῖ δὲ τὸ τοιοῦτο νόημα τοῖς ἤδη περὶ τὸν Ἀαρὼν ἐξετασθεῖσιν, ὅτε διὰ τῆς συντυχίας αὐτοῦ τὸν σύμμαχόν τε καὶ παραστάτην ἄγγελον ἐνοήσαμεν, τὸν τὰ σημεῖα κατὰ τῶν Αἰγυπτίων συνεργαζόμενον, προγενέστερον εἰκότως νοούμενον διὰ τὸ προκατεσκεύασθαι τῆς φύσεως ἡμῶν τὴν ἀγγελικὴν καὶ ἀσώματον φύσιν, ἀδελφὸν δὲ δῆλον διὰ τὴν συγγένειαν τοῦ νοητοῦ ἐκείνου πρὸς τὸ νοητὸν τὸ ἡμέτερον.
2.210 Τῆς οὖν ἀντιθέσεως οὔσης ὅτι πῶς ἔστι πρὸς τὸ κρεῖττον λαβεῖν τὴν τοῦ Ἀαρὼν συντυχίαν ὃς ὑπηρέτης τοῖς Ἰσραηλίταις τῆς εἰδωλοποιΐας ἐγένετο, κἀκεῖ μετρίως παρεδήλου τὴν τῆς ἀδελφότητος ὁμωνυμίαν ὁ λόγος, ὡς οὐχὶ πάντοτε τοῦ αὐτοῦ σημαινομένου ἀπὸ τῆς αὐτῆς φωνῆς, ὅταν ἐπὶ τῶν ἐναντίων νοημάτων τὸ αὐτὸ λαμβάνηται ὄνομα. Ἀλλ' ἕτερος μὲν ἀδελφὸς ὁ καθαιρῶν τὸν Αἰγύπτιον τύραννον, ἄλλος δὲ πάλιν ὁ ἀποτυπῶν τοῖς Ἰσραηλίταις τὸ εἴδωλον, κἂν ἓν ᾖ ἐπ' ἀμφοτέρων τὸ ὄνομα. 2.211 Κατὰ τῶν τοιούτων οὖν ἀδελφῶν ἀπογυμνοῖ ὁ Μωϋσῆς τὸ ξίφος. Περὶ ὧν γὰρ ἄλλοις διακελεύεται, καὶ ἑαυτῷ δηλαδὴ νομοθετεῖ τὸ ἴσον. Ἀναίρεσις δέ ἐστι τοῦ τοιούτου ἀδελφοῦ ὁ τῆς ἁμαρτίας ἀφανισμός. Πᾶς γὰρ ὁ τὸ διὰ τῆς συμβουλῆς τοῦ ἀντικειμένου ἐνιδρυνθέν τι κακὸν ἀφανίσας ἐκεῖνον ἀπέκτεινεν ἐν ἑαυτῷ τόν ποτε διὰ τῆς ἁμαρτίας ζῶντα. 2.212 Μᾶλλον δ' ἂν ἡμῖν τὸ περὶ τούτου κρατυνθείη δόγμα, εἴ τινα καὶ ἄλλα τῆς ἱστορίας πρὸς τὴν θεωρίαν ταύτην συμπαραλάβοιμεν. Εἴρηται γὰρ ὅτι προστάγματι γίνεται τοῦ Ἀαρὼν ἐκείνου τὸ δεῖν αὐτοὺς περιελέσθαι ἀφ' ἑαυτῶν τὰ ἐνώτια. Καὶ ἡ τούτων περιαίρεσις ὕλη τῷ εἰδώλῳ ἐγένετο. Τί οὖν φαμεν; Ὅτι Μωϋσῆς μὲν ἐν τῷ ἐνωτίῳ κόσμῳ, ὅς ἐστι ὁ νόμος, τὴν τῶν Ἰσραηλιτῶν ἀκοὴν κατεκόσμησεν, ὁ δὲ ψευδώνυμος ἀδελφὸς διὰ τῆς παρακοῆς περιαιρεῖ τὸν ἐντεθέντα τῇ ἀκοῇ κόσμον καὶ ποιεῖ δι' αὐτοῦ εἴδωλον. 2.213 Καὶ παρὰ τὴν πρώτην τῆς ἁμαρτίας εἴσοδον ἐνωτίου τινὸς ὑφαίρεσις ἦν ἡ τοῦ παρακοῦσαι τῆς ἐντολῆς συμβουλή, δι' ἧς ἐνομίσθη φίλος καὶ πλησίον τοῖς