1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

39

ἐμβιβάσαι. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὅρα ταραττόμενον, ὅρα θορυβούμενον. Ἀδελφοί μου, δέομαι ὑμῶν· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Μητέρα μιμεῖται περιτρέμουσαν τοῖς παιδίοις. Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἶδες σπλάγχνα πατρικά; εἶδες ἀθυμίαν ἀποστόλῳ πρέπουσαν; εἶδες οἵαν ἀφῆκεν ὀλολυγὴν πολὺ τῶν τικτουσῶν πικροτέραν; ∆ιεφθείρατε, φησὶ, τὴν εἰκόνα, ἀπωλέσατε τὴν συγγένειαν, τὴν μορφὴν ἠλλοιώσατε· ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ ἀναπλάσεως· ἀλλ' ὅμως ἔτι τεκνία καλῶ τὰ ἀμβλωθρίδια, τὰ ἐκτρώματα. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ, καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύματα ἐπιθεῖναι τραύμασιν· ἀλλ' ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον, οὐχ ὑφ' ἓν θεραπεύουσιν, ἀλλὰ διαλιμπάνοντες, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτω καὶ ὁ μακάριος οὗτος. Καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι ὅσῳ καὶ ἡ φιλοστοργία μείζων, καὶ τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν.

γʹ. Ὅπερ γὰρ ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι, καὶ τὸ μικρὸν παραβαθὲν ὁλόκληρον τὴν ὄψιν ἠφάνισε, καὶ τὴν μορφὴν ἐλυμήνατο. Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. Σκόπει μοι τὸν ἀκαρτέρητον, τὸν θερμὸν, τὸν οὐ δυνάμενον στέγειν τὰ τοιαῦτα. Τοιοῦτον γὰρ ἡ ἀγάπη· οὐκ ἀρκεῖται τοῖς ῥήμασιν, ἀλλ' ἐπιζητεῖ καὶ τὴν παρουσίαν. Ὥστε ἀλλάξαι τὴν φωνήν μου, φησί. Τουτέστιν, ἀλλάξαι τὸν ὀλοφυρμὸν, ποιῆσαι καὶ δάκρυα, καὶ πάντα εἰς θρῆνον ἐπισπάσασθαι. ∆ιὰ γὰρ ἐπιστολῆς οὐκ ἐνῆν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται τὴν παρουσίαν ἐπιζητῶν. Ὅτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω, οὐκ ἔχω τί λογίσωμαι. Πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τῶν οὐρανῶν τὴν κορυφὴν, καὶ διὰ τῶν κινδύνων, οὓς ὑπ 61.661 εμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων, ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαϊζόντων ἐκκρέμασθαι; ∆ιὰ ταῦτα καὶ ἀρχόμενος ἔλεγε· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε· καὶ ἐνταῦθα· Ἀποροῦμαι ἐν ὑμῖν· ὡς ἂν εἰ ἔλεγε· Τί εἴπω τί λαλήσω; τί ἐννοήσω; ἀπορῶ· διὸ καὶ ὀλολύζειν ἀνάγκη· ὅπερ ἐν τοῖς ἀπόροις ποιοῦσι καὶ οἱ προφῆται. Εἶδος δὲ καὶ τοῦτο θεραπείας οὐ μικρὸν, τὸ μὴ μόνον συμβουλεύειν, ἀλλὰ καὶ θρηνεῖν.

Τοῦτο γὰρ καὶ Μιλησίοις διαλεγόμενος ἔλεγε· Τριετίαν μετὰ δακρύων νουθετῶν ὑμᾶς οὐ διέλειπον. Τοῦτο καὶ ἐνταῦθά φησι λέγων· Ἀλλάξαι τὴν φωνήν μου. Καὶ γὰρ ἐν ταῖς ἀπορίαις καὶ ταῖς ἀμηχανίαις ταῖς παρ' ἐλπίδα συμβαινούσαις νικώμενοι, λοιπὸν ἐπὶ τὰ δάκρυα καταφερόμεθα. Ἐπειδὴ τοίνυν ἐπέπληξε καὶ ἐνέτρεψε, καὶ ἐθεράπευσε πάλιν, εἶτα ὠλοφύρατο· ὁ δὲ ὀλοφυρμὸς οὐκ ἐπιπλήξεως μόνον, ἀλλὰ καὶ κολακείας ἐστίν. Οὔτε γὰρ τραχύνει, ὥσπερ ἐπίπληξις, οὔτε χαλᾷ, καθάπερ ἡ θεραπεία, ἀλλ' ἔστι μεμιγμένον φάρμακον, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν πρὸς παραίνεσιν. Ἐπειδὴ οὖν ὠλοφύρατο καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον, δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι. Τότε μὲν οὖν ἐκ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε, νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν, ἀλλὰ ἀναχωρεῖν, ὅπερ ἦν ἰσχυρότερον. Ὥστε εἰ βούλεσθε πείθεσθαι τῷ νόμῳ, φησὶν, ἀπόστητε αὐτοῦ· τοῦτο γὰρ αὐτὸς βούλεται. Ἀλλ' οὕτω μὲν οὐ λέγει· ἑτέρως δὲ αὐτὸ κατασκευάζει, καὶ ἱστορίαν ἀναμιγνύς. Λέγετε γάρ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Καλῶς εἶπεν, Οἱ θέλοντες· οὐ γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγμα ἦν. Νόμον δὲ ἐνταῦθα τὸ βιβλίον τῆς κτίσεως καλεῖ,