41
ἐπιβαίνειν καὶ μηδέποτε ὑψούμενον παύεσθαι διὰ τὸ πάντοτε εὑρίσκειν τῆς κατει λημμένης ἐν τῷ ὕψει βαθμίδος τὸ ὑπερκείμενον. 2.228 Ἀρνεῖται τὴν πρὸς τὴν βασιλίδα τῶν Αἰγυπτίων κατεψευσ μένην συγγένειαν. Ἔκδικος γίνεται τοῦ Ἑβραίου. Μετανίσταται πρὸς τὴν ἔρημον διαγωγήν, ἣν ὁ ἀνθρώπινος οὐκ ἐτάραξε βίος. Ποιμαίνει ἐν ἑαυτῷ τὴν τῶν ἡμέρων ζῴων ἀγέλην. Ὁρᾷ τοῦ φωτὸς τὴν λαμπηδόνα. Ἀβαρῆ ποιεῖται τὴν πρὸς τὸ φῶς ἄνοδον τῇ περιαιρέσει τοῦ ὑποδήματος. Ἐξαιρεῖται πρὸς ἐλευθερίαν τὸ συγγενὲς καὶ ὁμόφυλον. Ὑποβρύχιον βλέπει τὸν ἐχθρὸν κατὰ τῶν κυμάτων δυόμενον. 2.229 Ὑπὸ τὴν νεφέλην αὐλίζεται. Τῇ πέτρᾳ θεραπεύει τὸ δίψος. Τῷ οὐρανῷ γεωργεῖ τὸν ἄρτον. Εἶτα τῇ ἐκτάσει τῶν χειρῶν καταγωνίζεται τὸ ἀλλόφυλον. Ἀκούει τῆς σάλπιγγος. Τὸν γνόφον ὑπέρχεται. Ἐπὶ τὰ ἄδυτα τῆς ἀχειροποιήτου σκηνῆς παραδύεται. Μανθάνει τῆς θείας ἱερωσύνης τὰ ἀπόρρητα. Ἐξαφανίζει τὸ εἴδωλον. Ἱλεοῦται τὸ Θεῖον. Ἀνακαλεῖται τὸν ἐν τῇ κακίᾳ τῶν Ἰουδαίων συντριβέντα νόμον.
2.230 Λάμπει τῇ δόξῃ. Καὶ διὰ τοσούτων ἐπαρθεὶς ὑψωμάτων, ἔτι σφριγᾷ τῇ ἐπιθυμίᾳ καὶ ἀκορέστως ἔχει τοῦ πλείονος καὶ οὗ διὰ παντὸς κατ' ἐξουσίαν ἐνεφορεῖτο ἔτι διψᾷ καὶ ὡς μήπω μετεσχηκὼς τυχεῖν δέεται, ἐμφανῆναι αὐτῷ τὸν Θεὸν ἱκετεύων, οὐχ ὡς μετέχειν δύναται, ἀλλ' ὡς ἐκεῖνός ἐστι. 2.231 ∆οκεῖ δέ μοι τὸ τοιοῦτο παθεῖν ἐρωτικῇ τινι διαθέσει πρὸς τὸ τῇ φύσει καλὸν τῆς ψυχῆς διατεθείσης, ἣν ἀεὶ ἡ ἐλπὶς ἀπὸ τοῦ ὀφθέντος καλοῦ πρὸς τὸ ὑπερκείμενον ἐπεσπά σατο, διὰ τοῦ πάντοτε καταλαμβανομένου πρὸς τὸ κεκρυμ μένον ἀεὶ τὴν ἐπιθυμίαν ἐκκαίουσα, ὅθεν ὁ σφοδρὸς ἐραστὴς τοῦ κάλλους, τὸ ἀεὶ φαινόμενον ὡς εἰκόνα τοῦ ποθουμένου δεχόμενος, αὐτοῦ τοῦ χαρακτῆρος τοῦ ἀρχετύπου ἐμφορηθῆναι ἐπιποθεῖ. 2.232 Καὶ τοῦτο βούλεται ἡ τολμηρά τε καὶ παριοῦσα τοὺς ὅρους τῆς ἐπιθυμίας αἴτησις τὸ μὴ διὰ κατόπτρων τινῶν καὶ ἐμφάσεων, ἀλλὰ κατὰ πρόσωπον ἀπολαῦσαι τοῦ κάλλους. Ἡ δὲ θεία φωνὴ δίδωσι τὸ αἰτηθὲν δι' ὧν ἀπαναί νεται, ἐν ὀλίγοις τοῖς ῥήμασιν ἀμέτρητόν τινα βυθὸν νοημάτων παραδεικνύουσα. Τὸ μὲν γὰρ πληρῶσαι τὴν ἐπιθυμίαν αὐτῷ ἡ τοῦ Θεοῦ μεγαλοδωρεὰ κατένευσε, στάσιν δέ τινα τοῦ πόθου καὶ κόρον οὐκ ἐπηγγείλατο. 2.233 Οὐ γὰρ ἂν ἑαυτὸν ἔδειξε τῷ θεράποντι, εἴπερ τοιοῦτον ἦν τὸ ὁρώμενον ὥστε στῆσαι τὴν ἐπιθυμίαν τοῦ βλέποντος, ὡς ἐν τούτῳ ὄντος τοῦ ἀληθῶς ἰδεῖν τὸν Θεὸν ἐν τῷ μὴ λῆξαί ποτε τῆς ἐπιθυμίας τὸν πρὸς αὐτὸν ἀναβλέποντα. Φησὶ γάρ· οὐ δυνήσῃ τὸ πρόσωπόν μου ἰδεῖν· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. 2.234 Τοῦτο δὲ οὐχ ὡς αἴτιον τοῦ θανάτου τοῖς ὁρῶσι γινόμενον ὁ λόγος ἐνδείκνυται. Πῶς γὰρ τὸ τῆς ζωῆς πρόσωπον αἴτιον θανάτου τοῖς ἐμπελάσασι γένοιτ' ἄν ποτε; Ἀλλ' ἐπειδὴ ζωοποιὸν μὲν τῇ φύσει τὸ Θεῖον, ἴδιον δὲ γνώρισμα τῆς θείας φύσεώς ἐστι τὸ παντὸς ὑπερκεῖσθαι γνωρίσματος, ὁ τοίνυν τῶν γινωσκομένων τι τὸν Θεὸν εἶναι οἰόμενος, ὡς παρατραπεὶς ἀπὸ τοῦ ὄντως ὄντος πρὸς τὸ τῇ καταληπτικῇ φαντασίᾳ νομισθὲν εἶναι, ζωὴν οὐκ ἔχει. 2.235 Τὸ γὰρ ὄντως ὂν ἡ ἀληθής ἐστι ζωή. Τοῦτο δὲ εἰς ἐπίγνωσιν ἀνέφικτον. Εἰ οὖν ὑπερβαίνει τὴν γνῶσιν ἡ ζωοποιὸς φύσις, τὸ καταλαμβανόμενον πάντως ζωὴ οὐκ ἔστιν. Ὃ δὲ μή ἐστι ζωὴ παρεκτικὸν γενέσθαι ζωῆς φύσιν οὐκ ἔχει. Οὕτως οὖν πληροῦται τῷ Μωϋσεῖ τὸ ποθούμενον, δι' ὧν ἀπλήρωτος ἡ ἐπιθυμία μένει. 2.236 Παιδεύεται γὰρ διὰ τῶν εἰρημένων ὅτι τὸ Θεῖον κατὰ τὴν ἑαυτοῦ φύσιν ἀόριστον, οὐδενὶ περιειργόμενον πέρατι. Εἰ γὰρ ἔν τινι πέρατι νοηθείη τὸ Θεῖον, ἀνάγκη πᾶσα καὶ τὸ μετ' ἐκεῖνο συνθεωρηθῆναι τῷ πέρατι. Πάντως γὰρ εἴς τι καταλήγει τὸ περατούμενον, ὥσπερ πτηνῶν πέρας ὁ ἀήρ ἐστι καὶ ἐνύδρων τὸ ὕδωρ. Ὡς οὖν πᾶσι τοῖς μορίοις ἑαυτοῦ ὁ μὲν ἰχθὺς ἐμπεριέχεται τῷ ὕδατι, τὸ δὲ πτηνὸν τῷ ἀέρι, καὶ μέσον τοῦ ὕδατος πρὸς τὸ νηκτὸν ἢ πρὸς τὸ πτηνὸν τοῦ ἀέρος ἡ ἄκρα τοῦ πέρατός ἐστιν ἐπιφάνεια, ἡ τὸ πτηνὸν ἢ τὸν ἰχθὺν περιέχουσα, ἣν τὸ ὕδωρ ἢ ὁ ἀὴρ διαδέχεται, οὕτως ἀνάγκη, εἴπερ ἐν πέρατι νοοῖτο τὸ Θεῖον, τῷ ἑτερογενεῖ κατὰ τὴν