1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

42

φύσιν ἐμπεριέχεσθαι. Τὸ δὲ ἐμπεριέχον τοῦ ἐναπειλημμένου πολλαπλάσιον εἶναι τῇ ἀκολουθίᾳ τοῦ λόγου μαρτυρεῖται. 2.237 Ἀλλὰ μὴν καλὸν εἶναι τὸ Θεῖον ὁμολογεῖται τῇ φύσει. Τὸ δὲ πρὸς τὸ καλὸν ἑτεροφυῶς ἔχον ἄλλο τι παρὰ τὸ καλὸν πάντως ἐστί. Τὸ δὲ ἔξω τοῦ καλοῦ ἐν τῇ τοῦ κακοῦ φύσει καταλαμβάνεται. Ἐδείχθη δὲ πολλα πλάσιον εἶναι τοῦ περιεχομένου τὸ περιέχον. Ἀνάγκη οὖν πᾶσα τοὺς ἐν πέρατι τὸ Θεῖον οἰομένους εἶναι καὶ ἐμπεριει λῆφθαι τοῦτο τῇ κακίᾳ συντίθεσθαι. 2.238 Ἐλαττουμένου δὲ πάντως τοῦ περιεχομένου τῆς τοῦ περιέχοντος φύσεως, ἀκόλουθον ἂν εἴη τὴν ἐπικράτησιν τοῦ πλεονάζοντος γίνεσθαι. Οὐκοῦν δυναστεύεσθαι τὸ καλὸν ὑπὸ τοῦ ἐναντίου κατασ κευάζει ὁ πέρατί τινι περιείργων τὸ Θεῖον. Ἀλλὰ μὴν τοῦτο ἄτοπον. Οὐκ ἄρα περίληψίς τις τῆς ἀορίστου φύσεως νομισθήσεται. Τὸ δὲ ἀπερίληπτον καταληφθῆναι φύσιν οὐκ ἔχει. Ἀλλὰ πᾶσα πρὸς τὸ καλὸν ἡ ἐπιθυμία ἡ πρὸς τὴν ἄνοδον ἐκείνην ἐφελκομένη ἀεὶ τῷ δρόμῳ τοῦ πρὸς τὸ καλὸν ἱεμένου συνεπεκτείνεται. 2.239 Καὶ τοῦτό ἐστιν ὄντως τὸ ἰδεῖν τὸν Θεὸν τὸ μηδέποτε τῆς ἐπιθυμίας κόρον εὑρεῖν. Ἀλλὰ χρὴ πάντοτε βλέποντα δι' ὧν ἐστι δυνατὸν ὁρᾶν πρὸς τὴν τοῦ πλέον ἰδεῖν ἐπιθυμίαν ἐκκαίεσθαι. Καὶ οὕτως οὐδεὶς ὅρος ἂν ἐπικόπτοι τῆς πρὸς τὸν Θεὸν ἀνόδου τὴν αὔξησιν, διὰ τὸ μήτε τοῦ καλοῦ τι πέρας εὑρίσκεσθαι, μήτε τινὶ κόρῳ τὴν πρόοδον τῆς πρὸς τὸ καλὸν ἐπιθυμίας ἐκκόπτεσθαι.

2.240 Ἀλλὰ τίς ὁ τόπος ἐκεῖνος ὁ παρὰ τῷ Θεῷ νοούμενος; Τίς δὲ ἡ πέτρα; Καὶ τί πάλιν ἐν τῇ πέτρᾳ τὸ χώρημα; Τίς δὲ ἡ χεὶρ τοῦ Θεοῦ, ἡ τὸ στόμιον τοῦ κοίλου τῆς πέτρας διαλαμβάνουσα; Ἡ δὲ τοῦ Θεοῦ πάροδος τίς; Τί δὲ αὐτοῦ τὸ ὀπίσθιον, ὅπερ αἰτήσαντι τῷ Μωϋσεῖ τὴν κατὰ πρόσωπον ὄψιν δώσειν ὁ Θεὸς ἐπηγγείλατο; 2.241 Χρὴ γὰρ πάντως μέγα τι τούτων ἕκαστον εἶναι καὶ τῆς τοῦ διδόντος μεγαλο δωρεᾶς ἐπάξιον, ὥστε πάσης τῆς γενομένης ἤδη τῷ μεγάλῳ θεράποντι θεοφανείας τὴν ἐπαγγελίαν ταύτην μεγαλοπρεπεσ τέραν τε καὶ ὑψηλοτέραν πιστεύεσθαι. Πῶς οὖν ἄν τις τὸ ὕψος τὸ ἐκ τῶν εἰρημένων κατανοήσειεν, ἐφ' ᾧ μετὰ τὰς τοσαύτας ἀναβάσεις ὅ τε Μωϋσῆς ἀναβῆναι ποθεῖ καὶ ὁ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργῶν εἰς τὸ ἀγαθὸν ἐξευμαρίζει διὰ τῆς ὁδηγίας τὴν ἄνοδον· ἰδοὺ τόπος, φησί, παρ' ἐμοί; 2.242 Συμβαίνει τάχα τοῖς προτεθεωρημένοις τὸ νόημα. Τόπον γὰρ εἰπὼν οὐ περιείργει τῷ ποσῷ τὸ δεικνύμενον (ἐπὶ γὰρ τοῦ ἀπόσου μέτρον οὐκ ἔστιν), ἀλλὰ τῇ παραλήψει τῆς κατὰ τὸ μέτρον περιγραφῆς ἐπὶ τὸ ἄπειρόν τε καὶ ἀόριστον χειραγωγεῖ τὸν ἀκούοντα. ∆οκεῖ τοίνυν τοιοῦτόν τινα νοῦν ὑποσημαίνειν ὁ λόγος· ἐπειδή σοι πρὸς τὸ ἔμπροσθεν ἡ ἐπιθυμία συντέταται καί σοι τοῦ δρόμου κόρος οὐδείς, οὐδέ τινα τοῦ ἀγαθοῦ ὅρον ἐπίστασαι, ἀλλ' ἀεὶ πρὸς τὸ πλεῖον ὁ πόθος βλέπει, τοσοῦτός ἐστιν ὁ παρ' ἐμοὶ τόπος, ὥστε τὸν ἐν αὐτῷ διαθέοντα μηδέποτε δυνηθῆναι λῆξαι τοῦ δρόμου. 2.243 Ὁ δὲ δρόμος ἑτέρῳ λόγῳ στάσις ἐστί· στήσω γάρ σε, φησίν, ἐπὶ τῆς πέτρας. Τοῦτο δὲ τὸ πάντων παρα δοξότατον πῶς τὸ αὐτὸ καὶ στάσις ἐστὶ καὶ κίνησις. Ὁ γὰρ ἀνιὼν πάντως οὐχ ἵσταται καὶ ὁ ἑστὼς οὐκ ἀνέρχεται. Ἐνταῦθα δὲ διὰ τοῦ ἑστάναι τὸ ἀναβῆναι γίνεται. Τοῦτο δέ ἐστιν ὅτι ὅσῳ τις πάγιός τε καὶ ἀμετάθετος ἐν τῷ ἀγαθῷ διαμένει, τοσούτῳ πλέον τὸν τῆς ἀρετῆς διανύει δρόμον. Ὁ γὰρ περισφαλής τε καὶ ὀλισθηρὸς κατὰ τὴν τῶν λογισμῶν βάσιν, ἀβέβαιον τὴν ἐν τῷ καλῷ στάσιν ἔχων, κλυδωνιζόμενός τε καὶ περιφερόμενος, καθώς φησιν ὁ Ἀπόστολος, καὶ ταῖς περὶ τῶν ὄντων ὑπολήψεσιν ἐπιδιστάζων καὶ κραδαινόμενος, οὐκ ἄν ποτε πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἀναδράμοι. 2.244 Ὡς οἱ διὰ ψάμμου βαδίζοντες πρὸς τὸ ἄναντες, κἂν μεγάλα τύχωσι τοῖς ποσὶ διαβαίνοντες, ἀνήνυτα μοχθοῦσιν, ἀεὶ πρὸς τὸ κάτω τῆς βάσεως συγκαταρρεούσης τῇ ψάμμῳ, ὡς τὴν μὲν κίνησιν ἐνεργεῖσθαι, πρόοδον δὲ μηδεμίαν τῆς κινήσεως γίνεσθαι. Εἰ δέ τις, καθὼς ἡ ψαλμῳδία φησί, τῆς τοῦ βυθοῦ ὑποστάθμης ἀνασπάσας τοὺς πόδας, ἐπὶ τῆς πέτρας τούτους ἐρείσειεν (ἡ πέτρα δέ ἐστιν ὁ Χριστός, ἡ παντελὴς ἀρετή), ὅσῳ