1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

43

καθάπερ ὁ ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρου, οὐκέτι ποιεῖ ὃ βούλεται, ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις· οὕτω καὶ ἐπὶ τοῦ νόμου ὅταν ἀναδέξῃ μικρόν τι τοῦ νόμου, καὶ ὑπάγῃς σεαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν κληρονομίας· ὁ μὲν μηδενὸς ἁψάμενος, πάντων ἀπήλλακται τῶν ἐπαγομένων τῷ κλήρῳ τοῦ τετελευτηκότος πραγμάτων· ἂν δὲ μικρόν τι χειρίσῃ, κἂν μὴ πάντα λάβῃ, πᾶσιν ἑαυτὸν ὑπεύθυνον κατέστησε διὰ τοῦ μέρους. Τοῦτο καὶ ἐπὶ τοῦ νόμου συμβαίνει, οὐ διὰ τοῦτον δὲ μόνον ὃν εἴρηκα τρόπον, ἀλλὰ καὶ δι' ἕτερον· ἀλλήλων γὰρ τὰ νόμιμα ἔχεται. Οἷόν τι λέγω· Ἡ περιτομὴ θυσίαν ἔχει συνεζευγμένην καὶ ἡμερῶν παρατήρησιν· ἡ θυσία πάλιν καὶ ἡμέρας καὶ τόπου φυλακὴν, ὁ τόπος μυρίων καθαρμῶν τρόπους, οἱ καθαρμοὶ ἐσμόν τινα παρατηρήσεων εἰσάγουσι ποικίλων. Τὸν γὰρ ἀκάθαρτον οὐ θύειν, οὐχ ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέμις. ∆ιὸ καὶ πολλὰ ἐφέλκεται καὶ διὰ τῆς μιᾶς ἐντολῆς ὁ νόμος. Ἂν τοίνυν περιτμηθῇς, μὴ ἐν τῇ ὀγδόῃ δὲ ἡμέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ μὲν, μὴ οὔσης δὲ θυσίας, θυσίας δὲ οὔσης, μὴ ἐν τῷ ὡρισμένῳ δὲ τόπῳ, ἢ ἐν τῷ ὡρισμένῳ τόπῳ, μὴ τὰ νενομισμένα δὲ, ἢ τὰ νενομισμένα μὲν, μὴ καθαρὸς δὲ ὢν, ἢ καθαρὸς μὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσμοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα. ∆ιὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Εἰ μὲν κύριος ὁ νόμος, μὴ μέρος πληρώσῃς, ἀλλὰ τὸ πᾶν· εἰ δὲ οὐκ ἔστι κύριος, μηδὲ τὸ μέρος. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσετε. Ἐπειδὴ γὰρ κατεσκεύασεν, ἀποφαίνεται λοιπὸν, καὶ τὸν περὶ τῶν ἐσχάτων κρημνῶν κίνδυνον. Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων, μήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λοιπὸν, ἀλλ' ἢ κό 61.666 λασις ἀπαραίτητος, τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν;

βʹ. Αὐξήσας τοίνυν αὐτῶν οὕτω τὸν φόβον, καὶ κατασείσας αὐτῶν τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον, ὃ μέλλουσιν ὑπομένειν, πᾶν, ἐγγύθεν ἀνοίγει αὐτοῖς τῆς χάριτος τὸν λιμένα· ὃ πανταχοῦ ποιεῖ, εὐκολωτάτην τε καὶ ἀσφαλεστάτην ἐντεῦθεν ἀποφαίνων τὴν σωτηρίαν. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἡμεῖς γὰρ διὰ πίστεως ἐν πνεύματι ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Οὐδενὸς ἐκείνων τῶν νομίμων δεόμεθα, φησίν· ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν πνεῦμα παρασχεῖν, καὶ δι' αὐτοῦ δικαιοσύνην, καὶ τὰ πολλὰ καὶ μεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη. Ὁρᾷς πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παῤῥησίας; Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησί. Καὶ μὴν ἔλεγεν, ὅτι βλαβερὸν ἡ περιτομή· πῶς οὖν ἀδιάφορον αὐτὸ τίθησιν; Ἀδιάφορον ἐπὶ τῶν ἤδη πρὸ τῆς πίστεως ἐσχηκότων, οὐκ ἐπὶ τῶν μετὰ τὴν πίστιν περιτεμνομένων. Ὅρα δὲ ποῦ αὐτὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν. Τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστίν. Ὥσπερ οὖν ἂν ἀθλητάς τις καταλέγῃ, ἄν τε γρυποὺς, ἄν τε σιμοὺς, ἄν τε μέλανας, ἄν τε λευκοὺς, οὐδὲν διαφέρει πρὸς τὴν δοκιμασίαν ταῦτα, ἀλλ' ἵνα ἰσχυροὶ καὶ ἐπιστήμονες ὦσι μόνον, τοῦτο δεῖ ζητεῖν· οὕτω καὶ τὸν μέλλοντα ἀπογράφεσθαι εἰς τὴν Καινὴν ∆ιαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ ταῦτα ἅπαντα, ὥσπερ οὖν οὔτε ὀνίνησιν, ἂν προσῇ. Τί δέ ἐστι, ∆ι' ἀγάπης ἐνεργουμένη; Μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν, ἐμφήνας ὅτι ἐκ τοῦ τὴν πρὸς Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαί ἐστι τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας. Ὡς ἂν εἰ ἔλεγεν· Εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν, οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε, οὐκ ἂν ὑβρίσατε τὸν ἐλευθερώσαντα. Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς ἐπιβουλεύοντας αὐτοῖς, δεικνὺς ὅτι καὶ