1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

44

παραφερόμενος ἢ ἀντιπρόσωπον φέρων τῷ ὁδηγοῦντι τὸ βλέμμα ἄλλην ἑαυτῷ καινοτομεῖ πορείαν, οὐχ ἣν ὁ ὁδηγὸς ὑποδείκνυσι. ∆ιό φησι πρὸς τὸν ὁδηγούμενον ὅτι· τὸ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, τουτέστι· μὴ ἀντιπρόσωπος γίνου τῷ ὁδηγοῦντι. Πρὸς γὰρ τὸ ἐναντίον πάντως ὁ δρόμος ἔσται. Ἀγαθὸν γὰρ ἀγαθῷ οὐκ ἀντιβλέπει, ἀλλ' ἕπεται. 2.254 Τὸ δὲ ἐκ τοῦ ἐναντίου νοούμενον τῷ ἀγαθῷ ἀντιπρόσωπον γίνεται. Ἡ γὰρ κακία ἐξ ἐναντίου τῇ ἀρετῇ βλέπει. Ἀρετὴ δὲ οὐκ ἀντιθεωρεῖται τῇ ἀρετῇ ἀντιπρόσωπος. Ὁ οὖν Μωϋσῆς οὐκ ἀντιβλέπει τῷ Θεῷ, ἀλλὰ τὰ ὀπίσω αὐτοῦ βλέπει. Ὁ γὰρ ἀντιβλέπων οὐ ζήσεται, καθὼς μαρτυρεῖται ἡ θεία φωνή, ὅτι· οὐδεὶς ὄψεται τὸ πρόσωπον Κυρίου καὶ ζήσεται. 2.255 Ὁρᾷς ὅσον ἐστὶ τὸ μαθεῖν ἀκολουθῆσαι τῷ Θεῷ, ὅτι μετὰ τὰς ὑψηλὰς ἐκείνας ἀναβάσεις καὶ τὰς φοβεράς τε καὶ ἐνδόξους θεοφανείας πρὸς τῷ τέλει που τῆς ζωῆς μόγις ταύτης ἀξιοῦται τῆς χάριτος ὁ μαθὼν κατόπιν γενέσθαι Θεοῦ. Τῷ δὲ οὕτως ἑπομένῳ τῷ Θεῷ οὐκέτι τῶν διὰ κακίας προσοχθισμάτων ἀντιβαίνει οὐδέν. 2.256 Μετὰ ταῦτα γὰρ φθόνος αὐτῷ παρὰ τῶν ἀδελφῶν ἐπιφύεται, φθόνος τὸ ἀρχέκακον πάθος, ὁ τοῦ θανάτου πατήρ, ἡ πρώτη τῆς ἁμαρτίας εἴσοδος, ἡ τῆς κακίας ῥίζα, ἡ τῆς λύπης γένεσις, ἡ τῶν συμφορῶν μήτηρ, ἡ τῆς ἀπειθείας ὑπόθεσις, ἡ τῆς αἰσχύνης ἀρχή. Φθόνος ἡμᾶς τοῦ παραδείσου ἐξῴκισεν, ὄφις κατὰ τῆς Εὔας γενόμενος. Φθόνος τοῦ ξύλου τῆς ζωῆς ἀπετείχισε καὶ τῶν ἱερῶν ἐνδυμάτων γυμνώσας τοῖς τῆς συκῆς φύλλοις δι' αἰσχύνης ὑπήγαγε. 2.257 Φθόνος τὸν Κάϊν κατὰ τῆς φύσεως ὥπλισε καὶ τὸν ἑπτάκις ἐκδικούμενον ἐκαινοτόμησε θάνατον. Φθόνος τὸν Ἰωσὴφ δοῦλον ἐποίησε. Φθόνος τὸ θανατηφόρον κέντρον, τὸ κεκρυμμένον ὅπλον, ἡ τῆς φύσεως νόσος, ὁ χολώδης ἰός, ἡ ἑκούσιος τηκεδών, τὸ πικρὸν βέλος, ὁ τῆς ψυχῆς ἧλος, τὸ ἐγκάρδιον πῦρ, ἡ τοῖς σπλάγχνοις ἐγκαιομένη φλόξ, 2.258 ᾧ ἀτύχημα μέν ἐστιν οὐ τὸ ἴδιον κακόν, ἀλλὰ τὸ ἀλλότριον ἀγαθόν, κατόρθωμα δὲ πάλιν ἐκ τοῦ ἐναντίου οὐ τὸ οἰκεῖον καλόν, ἀλλὰ τὸ τοῦ πέλας κακόν. Φθόνος ὁ ταῖς εὐπραγίαις τῶν ἀνθρώπων ἐποδυνώμενος καὶ ταῖς συμφοραῖς ἐπεμβαίνων. Φθείρεσθαι τοὺς νεκροβόρους γύπας τῷ μύρῳ λέγουσι. Πρὸς γὰρ τὸ δυσῶδες καὶ διεφθορὸς αὐτῶν ἡ φύσις ᾠκείωται. Καὶ ὁ τῇ νόσῳ ταύτῃ κρατούμενος τῇ μὲν εὐημερίᾳ τῶν πέλας οἷόν τινος μύρου προσβολῇ καταφθείρεται, εἰ δέ τι πάθος ἐκ συμφορᾶς ἴδοι, πρὸς τοῦτο καθίπταται καὶ τὸ ἀγκύ λον ἐπάγει στόμα, τὰ κεκρυμμένα ἐξέλκων τοῦ δυστυχήματος. 2.259 Πολλοὺς ὁ φθόνος τῶν πρὸ Μωϋσέως κατηγωνίσατο. Τῷ δὲ μεγάλῳ τούτῳ προσενεχθείς, οἷόν τι πλάσμα πήλινον πέτρᾳ προσαραχθέν, ἑαυτῷ περιτρίβεται. Ἐν τούτῳ γὰρ μάλιστα διεδείχθη τῆς μετὰ τοῦ Θεοῦ πορείας τὸ κέρδος ἣν ἐποιεῖτο Μωϋσῆς, ὁ ἐν τῷ θείῳ τόπῳ δραμὼν καὶ ἐπὶ τῆς πέτρας ἑστὼς καὶ τῷ χωρήματι ταύτης περιεχόμενος καὶ τῇ χειρὶ τοῦ Θεοῦ σκεπαζόμενος καὶ κατόπιν τῷ ἡγουμένῳ ἑπόμενος, ὁ μὴ ἀντιβλέπων, ἀλλὰ τὰ ὀπίσθια βλέπων.

2.260 Τὸν οὖν ἐφ' ἑαυτοῦ γενόμενον μακαριστὸν τῷ ἕπεσθαι τῷ Θεῷ ἀποδείκνυσι καὶ τὸ φανῆναι αὐτὸν τῆς τοῦ τόξου βολῆς ὑψηλότερον. Πέμπει γὰρ καὶ κατ' ἐκείνου τὸ βέλος ὁ φθόνος, ἀλλ' οὐ καθικνεῖται ἡ βολὴ τοῦ ὕψους, ἐν ᾧ ἦν Μωϋσῆς. Ἠτόνησε γὰρ ἡ νευρὰ τῆς πονηρίας τοσοῦτον ἀποτοξεῦσαι τὸ πάθος, ὡς ἀπὸ τῶν προνενοσηκότων καὶ εἰς αὐτὸν διαβῆναι. Ἀλλ' ὁ μὲν Ἀαρὼν καὶ ἡ Μαριὰμ τῷ πάθει τῆς βασκανίας ἐτρώθησαν καὶ οἷόν τι τόξον τοῦ φθόνου γίνονται, ἀντὶ βέλους τὸν κατ' αὐτοῦ λόγον ἀποτοξεύσαντες. 2.261 Ὁ δὲ τοσοῦτον ἀπέσχεν ἐν κοινωνίᾳ γενέσθαι τοῦ ἀρρωστήματος, ὥστε καὶ θεραπεύει τῶν νενοσηκότων τὸ πάθος, οὐ μόνον αὐτὸς πρὸς τὴν ἄμυναν τῶν λελυπηκότων μένων ἀκίνητος, ἀλλὰ καὶ τὸν Θεὸν ἤδη ὑπὲρ αὐτῶν ἱλεού μενος, δεικνύς, οἶμαι, δι' ὧν ἐποίησεν, ὅτι ὁ καλῶς τῷ θυρεῷ τῆς ἀρετῆς περιπεφραγμένος ταῖς ἀκίσι τῶν βελῶν οὐκ ἀμύσσεται. 2.262 Ἀμβλύνει γὰρ τὴν αἰχμὴν καὶ εἰς τὸ ἔμπαλιν ἀποστρέφει ἡ τοῦ ὅπλου στερρότης. Ὅπλον δ' ἂν εἴη τῶν τοιούτων βελῶν φυλακτήριον αὐτὸς ὁ Θεός, ὃν