44
ἐκεῖνοι, εἰ ἀγάπην εἶχον πρὸς αὐτοὺς, οὐκ ἂν ἐτόλμησαν ταῦτα ποιεῖν. Βούλεται δὲ καὶ τὸν βίον αὐτοῖς διορθοῦν ἀπὸ τοῦ ῥήματος τούτου.
Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ' ἀποροῦντος καὶ ὀλοφυρομένου. Πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος; τίς ὁ τοσοῦτον ἰσχύσας; Οἱ πάντων ἀνώτεροι καὶ ἐν τάξει διδασκάλων ὄντες, οὐδὲ ἐν τάξει μαθητῶν ἐμείνατε. Τί γέγονε; τίς τοσοῦτον ἴσχυσε; Ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε· Τίς ὑμᾶς ἐβάσκανεν; Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Οὐκ ἐπὶ τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι· οὐ ταῦτα ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν. Εἶτα ἵνα μή τις λέγῃ· Τί οὕτω τὸ πρᾶγμα ἐπαίρεις καὶ δεινοῖς τῷ λόγῳ; μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς φοβεῖ οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ' ἀπὸ τῶν μελλόντων, λέγων οὕτω· Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Οὕτω καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο 61.667 σφάλμα, μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Χριστῷ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ' ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι ∆ιορθώσεσθε. Πόθεν οἶδας τοῦτο; Οὐκ εἶπεν, Οἶδα, ἀλλὰ, Πιστεύω. Πιστεύω τῷ Θεῷ, φησὶ, καὶ τὴν ἐκείνου καλῶ συμμαχίαν πρὸς τὴν ὑμετέραν διόρθωσιν θαῤῥῶν. Καὶ οὐχ ἁπλῶς εἶπε, Πέποιθα εἰς ὑμᾶς, ἀλλ', Ἐν Κυρίῳ. Πανταχοῦ γὰρ μετ' ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡς ἂν εἰ ἔλεγεν· οἶδα τοὺς ἐμοὺς μαθητὰς, οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαῤῥῶ τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι' ὑμᾶς τοὺς δυναμένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι. Ἅμα δὲ καὶ προτρέπει καὶ τὴν παρ' ἑαυτῶν σπουδὴν εἰσενεγκεῖν, ὡς οὐκ ἐνὸν τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἂν μὴ καὶ τὰ παρ' ἡμῶν εἰσφέρηται. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάῤῥυνε, καὶ ἐξ ὧν ἐκείνοις ἐπηράσατο, ἢ προεφήτευσε. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἐπειδὴ ὑμεῖς οὐδὲν ἄλλο φρονήσετε, διὰ τοῦτο οἱ τῆς ἀπάτης αἴτιοι ἀπηλλαγμένοι τῆς κολάσεώς εἰσιν, ἀλλὰ δώσουσι δίκην· οὐδὲ γὰρ προσῆκον τὴν ἑτέρων σπουδὴν τῆς ἄλλων κακοηθείας γενέσθαι παραμυθίαν. Γίνεται δὲ τοῦτο, ἵνα μὴ καὶ ἑτέροις πάλιν ἐπίθωνται. Καὶ οὐχ ἁπλῶς εἶπεν, οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον εἰπών· Ὅστις ἂν ᾖ. Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύττω, τί ἔτι διώκομαι; Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν. Οἴδατε γὰρ, φησὶ, καὶ ὑμεῖς, ὅτι τῶν διωγμῶν μου πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι; Οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν ἔχουσί μοι οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο μόνον. Καὶ γὰρ εἰ συνεχώρουν αὐτοῖς μετὰ τῶν πατρῴων ἐθῶν πιστεύειν, οὐκ ἂν οὔτε οἱ πιστεύσαντες, οὔτε οἱ ἀπιστήσαντες ἐπεβούλευσαν, τῷ μηδὲν τῶν οἰκείων παρασαλεύεσθαι.
γʹ. Τί οὖν; Οὐκ ἐκήρυξε περιτομήν; Οὐ περιέτεμε τὸν Τιμόθεον; Περιέτεμε μέν. Πῶς οὖν φησιν, Οὐ κηρύσσω; Καὶ ἐνταῦθα αὐτοῦ μάθε τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπεν, ὅτι περιτομὴν οὐκ ἐργάζομαι, ἀλλὰ, Οὐ κηρύσσω, τουτέστιν, οὐχ οὕτω κελεύω πιστεύειν. Μὴ γὰρ εἰς δογμάτων λάβῃς βεβαίωσιν· περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. Τουτέστι, Τὸ ἐμπόδιον, τὸ κώλυμα ἀνῄρηται, εἰ τοῦτό ἐστιν ὅ φατε. Οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν σκάνδαλον τοῖς Ἰουδαίοις, ὡς τὸ μὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόμοις. Καὶ γὰρ τὸν Στέφανον