1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

45

ἐνδύεται ὁ τῆς ἀρετῆς ὁπλίτης· ἐνδύσασθε γάρ, φησί, τὸν Κύριον Ἰησοῦν, τουτέστιν ἡ ἀρραγὴς παντευχία, ᾗ τινι εὐσταλῶς πεφραγμένος ὁ Μωϋσῆς ἄπρακτον τὸν πονηρὸν τοξότην ἐποίησεν. 2.263 Οὔτε γὰρ ἐνέπεσεν αὐτῷ ἡ ἀμυντικὴ κατὰ τῶν λελυπηκότων ὁρμή, οὔτε καταδικασθέντων αὐτῶν παρὰ τῆς ἀδεκάστου κρίσεως τὸ πρὸς τὴν φύσιν ἠγνόησε δίκαιον, ἀλλ' ἱκέτης ἐγένετο τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν. Ὅπερ οὐκ ἂν ἐποίησεν, εἰ μὴ κατόπιν τοῦ Θεοῦ ἦν, τοῦ τὰ ὄπισθεν αὐτῷ πρὸς τὴν ἀσφαλῆ τῆς ἀρετῆς ὁδηγίαν προδεί ξαντος. 2.264 Καὶ τὰ ἄλλα δὲ ἐφεξῆς τοιαῦτα. Ἐπειδὴ γὰρ οὐκ ἔσχε κατ' αὐτοῦ χώραν εἰς βλάβην, ὁ τῇ φύσει τῶν ἀνθρώπων πολέμιος τρέπει κατὰ τῶν εὐαλωτοτέρων τὸν πόλεμον. Καὶ καθάπερ τι βέλος τὸ τῆς γαστριμαργίας πάθος ἐπαφεὶς τῷ λαῷ, αἰγυπτιάζειν κατὰ τὴν ὄρεξιν αὐτοὺς παρεσκεύασε, προτιθέντας τῆς οὐρανίας ἐκείνης τροφῆς τὴν παρ' Αἰγυπτίοις σαρκοβορίαν. 2.265 Ὁ δὲ ὑψηλὸς τὴν ψυχὴν ἄνω τοῦ τοιούτου πάθους ὑπερπετόμενος ὅλος ἦν τῆς μελλούσης κληρονομίας τῆς ἐπηγγελμένης παρὰ τοῦ Θεοῦ τοῖς μεθισταμένοις ἐκ τῆς νοηθείσης Αἰγύπτου καὶ ἐπὶ τὴν γῆν ἐκείνην ὁδοι ποροῦσιν, ἐν ᾗ βρύει τὸ γάλα συναναμεμιγμένον τῷ μέλιτι. Τούτου χάριν κατασκόπους τινὰς διδασκάλους ἐποιεῖτο τῶν ἐν ἐκείνῃ καλῶν. 2.266 Οὗτοι δ' ἂν εἶεν, κατά γε τὴν ἐμὴν γνώμην, οἱ μὲν τὰς ἀγαθὰς ἐλπίδας προτείναντες οἱ διὰ τῆς πίστεως ἐγγινόμενοι λογισμοί, βεβαιοῦντες τῶν ἀποκειμένων ἀγαθῶν τὴν ἐλπίδα, οἱ δὲ ἀπόγνωσιν τῶν χρηστοτέρων ἐμποιοῦντες ἐλπίδων εἶεν ἂν οἱ παρὰ τοῦ ἐναντίου λογισμοί οἱ τὴν πίστιν τῶν ἐπηγγελμένων ἀμβλύνοντες. Ἀλλ' οὐδένα τῶν ἐναντίων λόγον ποιούμενος πιστὸν ἡγεῖτο τὸν τὰ κρείττω περὶ τῆς γῆς ἐκείνης ἐπαγγελλόμενον. 2.267 Ἰησοῦς δὲ ἦν ὁ τῆς κρείττονος κατασκοπῆς καθηγούμενος, ὁ τῇ παρ' ἑαυτοῦ διαβεβαιώσει τὸ πιστὸν τοῖς ἐπηγγελμένοις παρέχων. Πρὸς ὃν βλέπων ὁ Μωϋσῆς βεβαίας εἶχε τὰς ὑπὲρ τῶν μελλόντων ἐλπίδας, δεῖγμα τῆς ἐκεῖ τρυφῆς τὸν βότρυν ποιούμενος τὸν ἐπ' ἀναφορέων παρ' αὐτοῦ κομιζόμενον. Ἰησοῦν δὲ πάντως ἀκούων περὶ τῆς γῆς ἐκείνης μηνύοντα καὶ βότρυν ξύλῳ ἀπαιωρούμενον, νοεῖς πρὸς ὅ τι κἀκεῖνος βλέπων ἀσφαλὴς ταῖς ἐλπίσιν ἦν. 2.268 Βότρυς γὰρ ἐπὶ ξύλου κρεμά μενος τίς ἄλλος ἐστὶ παρὰ τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐπὶ τοῦ ξύλου κρεμασθέντα βότρυν, οὗ τὸ αἷμα ποτὸν τοῖς πιστεύουσι γίνεται σωτήριον, τοῦτο τοῦ Μωϋσέως προει πόντος ἡμῖν οἷον δι' αἰνίγματος, ὅτι· αἷμα σταφυλῆς ἔπινον οἶνον, δι' οὗ τὸ σωτήριον πάθος καταμηνύεται. 2.269 Πάλιν διὰ τῆς ἐρήμου ὁδὸς καὶ καταπονεῖται τῇ δίψῃ ὁ τῶν ἀγαθῶν τῆς ἐπαγγελίας ἀπελπίσας λαός. Ὁ δὲ Μωϋσῆς πάλιν αὐτοῖς κατακλύζει διὰ τῆς πέτρας τὴν ἔρημον. Ὁ δὲ τοιοῦτος λόγος τοῦτο ἂν ἡμᾶς διὰ τῆς νοητῆς θεωρίας διδάξειεν οἷόν ἐστι τὸ τῆς μετανοίας μυστήριον. Οἱ γὰρ πρὸς γαστέρα καὶ σάρκα καὶ τὰς Αἰγυπτίας ἡδονὰς μετὰ τὸ ἅπαξ γεύσασθαι τῆς πέτρας παρατραπέντες, τῷ χωρισμῷ τῆς τῶν ἀγαθῶν μετουσίας καταδικάζονται.

2.270 Ἀλλ' ἔστιν αὐτοῖς πάλιν ἐκ μεταμελείας τὴν πέτραν εὑρεῖν ἣν

κατέλιπον καὶ πάλιν ἑαυτοῖς ἀναστομῶσαι τὴν φλέβα καὶ πάλιν ἐμφορη θῆναι τοῦ νάματος, ὃ ἡ πέτρα ἐκδίδωσι τῷ τὴν κατασκοπὴν Ἰησοῦ ἀληθεστέραν τῆς τῶν ἐναντίων εἶναι πιστεύσαντι καὶ πρὸς τὸν βότρυν βλέποντι τὸν ὑπὲρ ἡμῶν κρεμασθέντα καὶ αἱμαχθέντα, τῷ πάλιν αὐτοῖς διὰ τοῦ ξύλου βρύειν τὴν πέτραν παρασκευάσαντι. 2.271 Ἀλλ' οὔπω κατ' ἴχνος ἕπεσθαι τῇ μεγαλοφυΐᾳ Μωϋσέως ὁ λαὸς ἐπαιδεύθη. Ἔτι δὲ πρὸς τὰς ἀνδραποδώδεις ἐπιθυμίας καθέλκεται καὶ πρὸς τὰς Αἰγυπτίας ἡδονὰς ἐπικλίνεται. ∆είκνυσι δέ πως διὰ τούτων ἡ ἱστορία ὅτι πρὸς τὸ τοιοῦτον πάθος πάντων μάλιστα κατωφερὴς ἡ ἀνθρωπίνη φύσις ἐστί, μυρίαις ὁδοῖς ὑπαγομένη τῇ νόσῳ. 2.272 Ὃ δέ, καθάπερ τις ἰατρὸς πρὸς τὸ ἐπικρατοῦν ἀεὶ πάθος διὰ τῆς τεχνῆς ἱστάμενος, οὐκ ἐᾷ κατ' αὐτῶν δυναστεύειν μέχρι θανάτου τὴν νόσον. Τοῖς μὲν γὰρ ἡ τῶν ἀτόπων ἐπιθυμία τοὺς ὄφεις ἔτικτε, τὸ δὲ παρ' αὐτῶν δῆγμα