1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

45

προσενεγκόντες, οὐκ εἶπον, ὅτι Οὗτος τὸν ἐσταυρωμένον προσκυνεῖ, ἀλλ' ὅτι Κατὰ τοῦ τόπου καὶ τοῦ νόμου λέγει τοῦ ἁγίου. Καὶ τῷ Ἰησοῦ τοῦτο ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει. ∆ιό φησιν ὁ Παῦλος· Εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ὑμᾶς· οὐ 61.668 δεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα· εἰ δὲ καθ' ἑκάστην ἡμέραν φονῶσι καθ' ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ἡμῖν; Ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν· Ἆρ' οὖν οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῆ καὶ μάτην τοσαύτην ἀναδέξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ; Ὁρᾶτε γὰρ, ὅτι δι' οὐδὲν ἡμῖν πολεμοῦσιν οὕτως, ὡς διὰ τὴν περιτομήν.

Οὕτως οὖν ἀνόητος ἤμην, ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι, καὶ σκανδαλίζειν ἑτέρους; Σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε, καὶ τοῦτο μάλιστα ἦν τὸ σκανδαλίζον Ἰουδαίους, καὶ κωλύον τὸν σταυρὸν ἀναδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἀφίστασθαι ἐθῶν. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὅρα πῶς ἐστι πικρὸς ἐνταῦθα κατὰ τῶν ἠπατηκότων. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἐπὶ τοὺς ἠπατημένους τὴν κατηγορίαν ἔτρεπεν, ἀνοήτους καλῶν, καὶ ἅπαξ καὶ δεύτερον· ἐπειδὴ δὲ καλῶς αὐτοὺς ἐπαίδευσε καὶ διώρθωσε, πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν. ∆εῖ δὲ ἡμᾶς συνιδεῖν καὶ ἐντεῦθεν αὐτοῦ τὴν σοφίαν, πῶς τούτους μὲν ὡς παῖδας οἰκείους, καὶ δυναμένους λαβεῖν διόρθωσιν, νουθετεῖ καὶ σωφρονίζει· τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας, ἐκκόπτει· τοῦτο μὲν λέγων, Βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ, τοῦτο δὲ ἐπαρώμενος αὐτοῖς, καὶ λέγων, Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Καὶ καλῶς εἶπεν, Ἀναστατοῦντες. Τὴν γὰρ οἰκείαν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντες τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, ἀπὸ μὲν τῆς ἄνω Ἱερουσαλὴμ καὶ τῆς ἐλευθέρας ἐκβάλλοντες, βιαζόμενοι δὲ καθάπερ αἰχμαλώτους καὶ μετανάστας πλανᾶσθαι. ∆ιόπερ αὐτοῖς ἐπαρᾶται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν μοι μέλει περὶ ἐκείνων· Αἱρετικὸν γὰρ ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Εἰ βούλονται, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ περικοπτέσθωσαν. Ποῦ τοίνυν εἰσὶν οἱ τολμῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώμενοι, καὶ τὴν τοῦ Θεοῦ δημιουργίαν διαβάλλοντες, καὶ τοῖς Μανιχαίοις συμπράττοντες; Ἐκεῖνοι μὲν γάρ φασι τὸ σῶμα ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ τῶν ἔργων τοῖς χαλεποῖς δόγμασι τούτοις διδόασιν ἀφορμήν· ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκόπτουσι τὸ μέλος. Οὐκοῦν πολλῷ μᾶλλον τοὺς ὀφθαλμοὺς πηρῶσαι ἐχρῆν· διὰ γὰρ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν κάτεισιν ἡ ἐπιθυμία. Ἀλλὰ οὔτε ὀφθαλμὸς οὔτε τι ἄλλο μέλος αἴτιον, ἀλλ' ἡ πονηρὰ προαίρεσις μόνον. Εἰ δὲ οὐκ ἀνέχῃ, διὰ τί μὴ καὶ γλῶτταν διὰ τὴν βλασφημίαν, καὶ χεῖρας διὰ τὴν ἁρπαγὴν, καὶ πόδας διὰ τοὺς ἐπὶ πονηρίαν δρόμους, καὶ πᾶν, ὡς εἰπεῖν, τὸ σῶμα κατακόπτεις; Καὶ γὰρ ἀκοὴ καταυλουμένη πολλάκις κατεμάλαξε τὴν ψυχὴν, καὶ ῥῖνες ὀσμὴν ἡδεῖαν δεξάμεναι κατεγοήτευσαν τὴν διάνοιαν, καὶ πρὸς ἡδονὴν ἐξεβάκχευσαν. Οὐκοῦν πάντα περικόψωμεν, καὶ ὦτα καὶ χεῖρας καὶ ῥῖνας. Ἀλλ' ἐσχάτης ταῦτα παρανομίας, 61.669 καὶ σατανικῆς παραπληξίας. ∆έον γὰρ διορθῶσαι μόνον τὴν ἄτακτον τῆς ψυχῆς ὁρμὴν, ὡς τοῦ τεχνίτου διαμαρτάνοντος, τὸ ὄργανον συντρίβειν ἀνέπεισεν ὁ πονηρὸς δαίμων καὶ φόνοις χαίρων διηνεκῶς. Πῶς οὖν τοῦ σώματος πιαινομένου, φησὶν, ἐκκαίεται ἐπιθυμία; Ἰδοὺ πάλιν τὸ ἁμάρτημα τῆς ψυχῆς· τὸ γὰρ πιαίνειν τὴν σάρκα, οὐ τῆς σαρκός ἐστιν, ἀλλὰ τῆς ψυχῆς. Εἰ γὰρ βούλοιτο κατατήκειν, αὐτὴ τὴν ἐξουσίαν ἅπασαν ἔχει. Σὺ δὲ παραπλήσιον ποιεῖς, ὥσπερ ἂν εἴ τις ὁρῶν τινα πῦρ καίοντα, καὶ ἐπιτιθέντα ξύλα, καὶ οἰκίαν ἐμπιπρῶντα, ἀφεὶς τὸν