1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

46

θανατηφόρον ἐπῆγε τὸν ἰὸν τοῖς ἀμυχθεῖσι τῷ δήγματι, ὁ δὲ μέγας νομοθέτης ὄφεως εἴδει τὴν δύναμιν τῶν κατὰ ἀλήθειαν θηρίων ἠχρείωσε. 2.273 Καιρὸς δ' ἂν εἴη σαφέστερον ἐκκαλύψαι τὸ αἴνιγμα. Ἕν τι τῶν πονηρῶν τούτων παθημάτων ἐστὶν ἀλεξητήριον ἡ διὰ τοῦ μυστηρίου τῆς εὐσεβείας γινομένη τῶν ψυχῶν ἡμῶν κάθαρσις. Κεφάλαιον δὲ τῶν ἐν τῷ μυστηρίῳ πεπισ τευμένων ἡ εἰς τὸ Πάθος ἐστὶν ἐπίβλεψις τοῦ ὑπὲρ ἡμῶν ἀναδεξαμένου τὸ πάθος. Σταυρὸς δὲ τὸ πάθος ἐστίν, ὥστε τὸν πρὸς αὐτὸν βλέποντα, καθὼς ὑφηγεῖται ὁ λόγος, ὑπὸ τοῦ ἰοῦ τῆς ἐπιθυμίας μὴ βλάπτεσθαι. 2.274 Τὸ δὲ πρὸς τὸν σταυρὸν βλέπειν, τοῦτό ἐστι τὸ πάντα τὸν ἑαυτοῦ βίον ὡς νέκρον τῷ κόσμῳ καὶ ἐσταυρωμένον ποιῆσαι, πρὸς πᾶσαν ἁμαρτίαν ἀκίνητον, ὄντως, καθώς φησιν ὁ προφήτης, καθηλοῦντα τῷ θείῳ φόβῳ τὰς ἰδίας σάρκας. Ἧλος δ' ἂν εἴη σαρκῶν καθεκτικὸς ἡ ἐγκράτεια. 2.275 Ἐπεὶ οὖν ἡ τῶν ἀτόπων ἐπιθυμία τοὺς θανατηφόρους ὄφεις ἐκ τῆς γῆς ἐπισπᾶται (πᾶν γὰρ τῆς πονηρᾶς ἐπιθυμίας ἔγγονον ὄφις ἐστί), τούτου χάριν προδείκνυσιν ὁ νόμος ἡμῖν τὸ ἐπὶ τοῦ ξύλου φαινόμενον. Τοῦτο δέ ἐστιν ὁμοίωμα ὄφεως καὶ οὐχὶ ὄφις, καθὼς καὶ ὁ μέγας Παῦλός φησιν· ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Ὁ δὲ ἀληθὴς ὄφις ἡ ἁμαρτία ἐστὶ καὶ ὁ πρὸς τὴν ἁμαρτίαν αὐτομολήσας τὴν τοῦ ὄφεως ὑποδύεται φύσιν. 2.276 Ἐλευθεροῦται οὖν τῆς ἁμαρτίας ὁ ἄνθρωπος διὰ τοῦ ὑπελθόντος τὸ τῆς ἁμαρτίας εἶδος καὶ γενομένου καθ' ἡμᾶς τοὺς πρὸς τὸ εἶδος μεταστραφέντας τοῦ ὄφεως, δι' οὗ ὁ μὲν θάνατος ὁ ἐκ τῶν δηγμάτων κωλύεται, αὐτὰ δὲ τὰ θηρία οὐκ ἀφανίζεται. Θηρία δὲ λέγω τὰς ἐπιθυμίας. Τῶν γὰρ εἰς τὸν σταυρὸν βλεπόντων ὁ μὲν πονηρὸς τῶν ἁμαρτιῶν θάνατος οὐκ ἐνεργεῖται, ἡ δὲ ἐγκειμένη τῇ σαρκὶ κατὰ τοῦ πνεύματος ἐπιθυμία εἰς τὸ παντελὲς οὐκ ἀπόλωλε. 2.277 Καὶ γὰρ καὶ ἐν τοῖς πιστοῖς ἐνεργεῖται πολλάκις τῆς ἐπιθυμίας τὰ δήγματα. Ἀλλ' ὁ πρὸς τὸν ἐπὶ τοῦ ξύλου ὑψωθέντα βλέπων ἀπωθεῖται τὸ πάθος, οἷόν τινι φαρμάκῳ τῷ τῆς ἐντολῆς φόβῳ τὸν ἰὸν διαχέας. Τὸ δὲ σύμβολον εἶναι τοῦ κατὰ τὸν σταυρὸν μυστη ρίου τὸν ὑψωθέντα ὄφιν ἐν τῇ ἐρήμῳ φανερῶς διδάσκει ἡ τοῦ Κυρίου φωνὴ ἐν οἷς φησιν ὅτι· καθὼς Μωϋσῆς ὕψωσε τὴν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. 2.278 Πάλιν τῇ οἰκείᾳ ὁδῷ κατά τινα κακὴν ἀκολουθίαν ἡ ἁμαρτία προέρχεται, οἷον εἱρμῷ τινι πονηρῷ κατὰ τὸ ἀκόλου θον προϊοῦσα. Καὶ ὁ νομοθέτης καθάπερ τις ἰατρὸς τῇ τοῦ κακοῦ φορᾷ συμπαρατείνει τὴν θεραπείαν. Ἐπειδὴ γὰρ ἄπρακτον ἐγένετο τὸ δῆγμα τῶν ὄφεων τοῖς εἰς τὸ ὁμοίωμα τοῦ ὄφεως βλέπουσι (νοεῖς δὲ πάντως διὰ τῶν εἰρημένων τὸ αἴνιγμα), ἄλλη μέθοδος ἁμαρτίας ἐπινοεῖται τῷ ποικίλως τὰ τοιαῦτα καθ' ἡμῶν σοφιστεύοντι, 2.279 ὃ δὴ καὶ νῦν ἐν πολλοῖς ἰδεῖν ἔστι γινόμενον. Ἐπειδὰν γάρ τινες διὰ σωφρο νεστέρου βίου τὸ τῆς ἐπιθυμίας πάθος κολάσωσιν, ἐπὶ τὴν ἱερωσύνην ἑαυτοὺς εἰσωθοῦσιν ἀνθρωπίναις σπούδαις καὶ αὐτοχειροτονήτοις ὁρμαῖς εἰς τὴν οἰκονομίαν τοῦ Θεοῦ ἐξυβρί ζοντες. Πρὸς ταύτην ἄγει τὴν κακὴν τῆς ἁμαρτίας ἀκολουθίαν ὁ διὰ τῆς ἱστορίας ἐνεργεῖν τὰ κακὰ τοῖς ἀνθρώποις κατηγο ρούμενος.

2.280 Ἐπειδὴ γὰρ ἐπαύσατο ἡ γῆ τοὺς ὄφεις κατὰ τῶν ἐπιθυμούντων ὠδίνουσα διὰ τῆς εἰς τὸν ὑψωθέντα ἐπὶ τοῦ ξύλου πίστεως καὶ κρείττους ἐπείσθησαν εἶναι τῶν ἰοβόλων δηγμάτων, τότε τοῦ κατ' ἐπιθυμίαν πάθους ὑπεξελ θόντος ἡ τῆς ὑπερηφανίας ἀντεισέρχεται νόσος. Καὶ ταπεινὸν εἶναι κρίνοντες τὸ φυλάσσειν ἐφ' ἑαυτῶν τὴν τάξιν ἐφ' ἧς ἐτάχθησαν, εἰσωθοῦσιν ἑαυτοὺς εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα, παρώσασθαι τοὺς παρὰ τοῦ Θεοῦ τὴν λειτουργίαν ταύτην λαχόντας φιλονεικήσαντες, οἳ χάσματι ὑποληφθέντες ἐξηφα νίσθησαν, τὸ δὲ ὅσον ὑπὲρ γῆς ἦν τοῦ τοιούτου συντάγματος κεραυνοῖς κατεπρήσθη, διδάσκοντος, οἶμαι, τοῦ λόγου διὰ τῆς ἱστορίας, ὅτι πέρας ἐστὶ τῆς καθ' ὑπερηφανίαν ἐπάρσεως ἡ εἰς τὸ ὑπόγειον κάθοδος. Καὶ τάχα τις διὰ τούτων ὁρμώμενος οὐκ ἀπεικότως ἄνοδον ἐπὶ τὸ κάτω τὴν ὑπερηφανίαν ὁρίσαιτο. 2.281 Εἰ δὲ πρὸς τὸ ἐναντίον τῇ τῶν πολλῶν ὑπολήψει