1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

46

ἅψαντα τὴν πυρὰν, ἐγκαλέσειε τῇ πυρᾷ, ὅτι πολλῶν ἐπιλαβομένη ξύλων εἰς ὕψος ἤρθη· ἀλλ' οὐκ ἔστι τὸ ἔγκλημα τοῦ πυρὸς, ἀλλὰ τοῦ ἅψαντος τὸ πῦρ. Τοῦτο γὰρ πρὸς τροφὴν, πρὸς φωτισμὸν, πρὸς ἄλλας τοιαύτας ἐδόθη διακονίας, οὐχ ἵνα καίῃ τὰς οἰκίας· ὥσπερ οὖν καὶ ἡ ἐπιθυμία εἰς παιδοποιίαν καὶ βίου σύστασιν, οὐ πρὸς μοιχείαν καὶ πορνείαν καὶ ἀσέλγειαν· ἵνα πατὴρ γένῃ, οὐχ ἵνα μοιχός· ἵνα νομίμως ὁμιλήσῃς γυναικὶ, οὐχ ἵνα παρανόμως διαφθείρῃς· ἵνα καταλίπῃς σπέρμα, οὐχ ἵνα τὸ ἑτέρου λυμήνῃ. Τὸ γὰρ μοιχεύειν οὐ τῆς ἐπιθυμίας ἐστὶ τῆς φυσικῆς, ἀλλὰ τῆς ὕβρεως τῆς παρὰ φύσιν· ἡ γὰρ ἐπιθυμία μίξιν ἐπιζητεῖ μόνον, οὐ τοιάνδε μίξιν.

δʹ. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται νῦν, ἀλλὰ προανακρουόμεθά τινας ἀγῶνας, καὶ προακροβολιζόμεθα πρὸς τοὺς λέγοντας τοῦ Θεοῦ τὴν δημιουργίαν πονηρὰν εἶναι, καὶ τῆς μὲν ψυχῆς τὴν ῥᾳθυμίαν ἐῶντας, κατὰ δὲ τοῦ σώματος μαινομένους, καὶ τὴν σάρκα ἡμῶν διαβάλλοντας, περὶ ὧν καὶ μετὰ ταῦτα ὁ ἀπόστολος Παῦλος διαλέγεται, οὐ τῆς σαρκὸς κατηγορῶν, ἀλλὰ τῶν διαβολικῶν λογισμῶν. Ὑμεῖς δὲ, ἀδελφοὶ, ἐπὶ ἐλευθερίᾳ ἐκλήθητε· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί. Ἐνταῦθα λοιπὸν δοκεῖ μὲν εἰς τὸν ἠθικὸν ἐμβαίνειν λόγον, πάσχει δέ τι καινὸν, καὶ ὅπερ οὐδὲ ἐν μιᾷ τῶν ἄλλων ἔπαθεν Ἐπιστολῶν. Πάσας γὰρ διαλαμβάνων εἰς μέρη δύο, καὶ τὰ μὲν πρῶτα περὶ δογμάτων, τὰ δὲ ἔσχατα περὶ βίου διαλεγόμενος, ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον, πάλιν ἀναμίγνυσι τὸν δογματικόν. Καὶ γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους μάχῃ. Τί δέ ἐστι, Μόνον μὴ τὴν ἐλευθερίαν τῇ σαρκὶ εἰς ἀφορμήν; Ἀπήλλαξεν ἡμᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκε τοῦ πράττειν ὅ τι βουλόμεθα, οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώμεθα, ἀλλ' ἵνα μείζονος λάβωμεν μισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν μείζονα ἀνιόντες. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόμον, καὶ τὴν χάριν κατάρας ἀπαλλαγήν· ἵνα μή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόμου ἀποστῆναι, ἵνα ἐξῇ παρανόμως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων· Οὐχ ἵνα παράνομος γένηται ἡ πολιτεία, ἀλλ' ἵνα ὑπὲρ τὸν νόμον ἡ φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόμου τὰ δεσμά. Καὶ ἐγὼ ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ' ἵνα ὑψηλότεροι γενώμεθα.

Καὶ γὰρ ὁ πορνεύων, καὶ ὁ παρθενεύων, ἀμφότεροι τοῦ νόμου τὰ μέτρα ἐξέβησαν, ἀλλ' οὐκ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν ἐπὶ τὸ χεῖρον κατενεχθεὶς, ὁ δὲ ἐπὶ τὸ βέλτιον ἐπαρθείς· ὁ μὲν παραβὰς, ὁ δὲ ὑπερβὰς τὸν νόμον. Τοῦτ' οὖν φησιν ὁ Παῦλος, ὅτι Ἔλυσε τὸν ζυγὸν ἀφ' ὑμῶν, οὐχ 61.670 ἵνα σκιρτήσητε, οὐδ' ἵνα λακτίσητε, ἀλλ' ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθμα. Εἶτα καὶ δείκνυσι τρόπον, δι' οὗ ῥᾳδίως ἂν τὸ τοιοῦτον κατορθωθείη. Τίς οὖν ὁ τρόπος; ∆ιὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, φησί. Πάλιν ἐνταῦθα αἰνίττεται ὅτι φιλονεικία καὶ στάσις καὶ φιλαρχία καὶ ἀπόνοια ταύτης τῆς πλάνης αἴτιαι αὐτοῖς ἐγένοντο· ἡ γὰρ τῶν αἱρέσεων μήτηρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυμία. Εἰπὼν γὰρ, ὅτι ∆ουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου τοῦτο ἔλαβεν ἀρχὴν τὸ κακόν· διὸ κατάλληλον ἐπεισάγει φάρμακον. Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βουλόμενοι διεσχίσθητε, ∆ουλεύσατε ἀλλήλοις· οὕτω γὰρ συναχθήσεσθε πάλιν. Ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἁμάρτημα, φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι' αὐτῆς κἀκεῖνο μάθωσιν· ὡς ἂν εἴ τις τῷ ἀσελγαίνοντι ὅτι μὲν ἀσελγαίνει μὴ λέγοι, παραινοῖ δὲ συνεχῶς σωφρονεῖν. Ὁ γὰρ ἀγαπῶν, ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ παντὸς δούλου ταπεινότερον. Καθάπερ γὰρ πῦρ ὁμιλῆσαν κηρῷ, μαλάσσει ῥᾳδίως αὐτὸν, οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης πάντα τῦφον καὶ ἀπόνοιαν πυρὸς σφοδρότερον διαλύει. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἀγαπᾶτε ἀλλήλους, ἁπλῶς, ἀλλὰ,