1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

48

ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; ἀνελεῖν δεῖ τὴν σάρκα; Αὐτὸς δὲ ὁ ταῦτα λέγων, οὐ σάρκα περιέκειτο; Οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ διαβόλου ταῦτα τὰ διδάγματα· Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἦν ἀπαρχῆς. Τί οὖν φησι; Σάρκα ἐνταῦθα τὸν λογισμὸν καλεῖ τὸν γεώδη, τὸν ῥᾴθυμον καὶ ἠμελημένον.

Τοῦτο δὲ οὐ σώματος κατηγορία, ἀλλὰ ῥᾳθύμου ψυχῆς ἔγκλημα· ὄργανον γάρ ἐστιν ἡ σὰρξ, τὸ δὲ ὄργανον οὐδεὶς ἀποστρέφεται καὶ μισεῖ, ἀλλὰ τὸν τὸ ὄργανον κακῶς μεταχειριζόμενον. Καὶ γὰρ οὐ τὸν σίδηρον, ἀλλὰ τὸν ἀνδροφόνον καὶ μισοῦμεν καὶ κολάζομεν. Ἀλλὰ καὶ αὐτὸ τοῦτο, φησὶ, κατηγορία τοῦ σώματος, τὸ τὰ ἁμαρτήματα τῆς ψυχῆς τῷ τῆς σαρκὸς ὀνόματι καλεῖσθαι. Ἐγὼ δὲ ὁμολογῶ μὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα, καὶ αὐτὴν δὲ καλήν. Τὸ γὰρ ἔλαττον τοῦ καλοῦ, καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν, οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ' ἐναντίον. Σὺ δὲ, εἰ μὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώματος κατασκευαζομένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σοι καὶ τῆς ψυχῆς κατηγορεῖν· καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερημένος, καὶ πνεύματα πονηρίας λέγεται τὰ τῶν δαιμόνων πλήθη. Τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ Γραφὴ, καὶ τὴν Ἐκκλησίαν ἅπασαν, σῶμα λέγουσα εἶναι τοῦ Χριστοῦ. Εἰ δὲ βούλει καὶ κατορθώματα καλεῖν τὰ δι' 61.672 αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις, καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης, καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ γὰρ ἡ δύναμις τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοουμένη καθορᾶται, πῶς ἂν ἴδοιμεν χωρὶς ὀφθαλμῶν; εἰ δὲ καὶ ἡ πίστις ἐξ ἀκοῆς, πῶς ἀκουσόμεθα χωρὶς ὤτων; Καὶ τὸ κηρῦξαι δὲ καὶ τὸ περιελθεῖν, διὰ γλώττης καὶ ποδῶν. Πῶς γὰρ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσι; καὶ τὸ γράψαι διὰ χειρῶν. Ὁρᾷς ὅτι μυρίων ἡμῖν ἀγαθῶν ἐστιν αἰτία τῆς σαρκὸς ἡ διακονία; Εἰ δὲ λέγει, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, περὶ δύο φησὶ λογισμῶν· οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶμα. Εἰ γὰρ ταῦτα ἀντίκειται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, ὡς τὸ σκότος τοῦ φωτός· εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖ πρόνοιαν, καὶ μυρία πάσχει, ὥστε αὐτὸ μὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυμένη κωλύει, καὶ τὸ σῶμα αὐτῇ διακονεῖται, καὶ πολλὴν εἰσάγει γνῶσιν αὐτῇ, καὶ πρὸς τὴν ἐκείνης ἐνέργειαν τοῦτο κατεσκεύασται· πῶς ἂν ἐναντία ταῦτα εἴη καὶ μαχόμενα ἀλλήλοις; Ἐγὼ γὰρ οὐ μόνον οὐκ ἐναντία, ἀλλὰ καὶ σφόδρα ὁμονοοῦντα, καὶ ἀλλήλων ἀντεχόμενα διὰ τῶν ἔργων ὁρῶ. Οὐ τοίνυν περὶ τούτων φησὶν, ὅτι ἀντίκεινται ἀλλήλοις, ἀλλὰ λογισμῶν πονηρῶν, καὶ ἀγαθῶν μάχην εἰσάγει. Τὸ γὰρ θέλειν καὶ μὴ θέλειν, τῆς ψυχῆς. ∆ιὰ τοῦτό φησι· ταῦτα δὲ ἀντίκειται, ἵνα μὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυμίαις αὐτῆς ταῖς πονηραῖς. Καθάπερ γάρ τις παιδαγωγὸς καὶ διδάσκαλος φοβῶν, ταῦτα ἐφθέγξατο. Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

ʹ. Ποία αὕτη ἀκολουθία; Μεγίστη μὲν καὶ σαφής. Ὁ γὰρ πνεῦμα ἔχων, ὡς χρὴ, σβέννυσι διὰ τούτου πονηρὰν ἐπιθυμίαν ἅπασαν· ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόμου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόμενος. Ὁ γὰρ μὴ ὀργιζόμενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις; ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος μὴ μοιχεύειν; Τίς γὰρ διαλέγεται περὶ τοῦ καρποῦ τῆς κακίας τῷ τὴν ῥίζαν αὐτὴν ἀνασπάσαντι; Ῥίζα γὰρ φόνου θυμὸς, καὶ μοιχείας ἡ περίεργος θεωρία τῶν ὄψεων. ∆ιὰ τοῦτό φησιν· Εἰ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου εἰρηκέναι μέγα καὶ θαυμαστόν· εἰ δὲ ἐν τάξει τοῦ πνεύματος ὁ νόμος ἦν κατὰ δύναμιν τὴν ἑαυτοῦ πρὸ τῆς