1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

49

καταρᾶσθαι βουλόμενον μηδεμίαν δύνασθαι προΐεσθαι φωνὴν λυπηράν τε καὶ ἀπεμφαίνουσαν, ἀλλὰ τρέπειν τὴν κατάραν εἰς εὐλογίαν. Ὃ δὲ νοοῦμεν τοιοῦτόν ἐστιν ὅτι τῶν κατ' ἀρετὴν ζώντων ὁ τῆς λοιδορίας μῶμος οὐχ ἅπτεται. 2.296 Πῶς γὰρ ἐπὶ πλεονεξίᾳ ὁ ἀκτήμων λοιδορηθήσεται; πῶς δέ τις ἐπιθρυλλή σει τὴν ἀσωτίαν τῷ ἀνακεχωρημένῳ καὶ ἰδιάζοντι, ἢ τὸν θυμὸν τῷ πράῳ, ἢ τὸν τῦφον τῷ μετριόφρονι, ἢ ἄλλο τι τῶν ἐπιμώμων τοῖς ἐκ τῶν ἐναντίων γινωσκομένοις, οἷς ὁ σκοπός ἐστιν ἄληπτον παρέχειν τῷ μώμῳ τὸν βίον, ἵνα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν; ∆ιὰ τοῦτό φησιν ἡ φωνὴ τοῦ εἰς κατάραν παρειλημ μένου· πῶς ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; τουτέστι· πῶς λοιδορήσομαι τῷ μὴ δεδωκότι τῆς λοιδορίας τὴν ὕλην, ᾧ διὰ τὸ πρὸς τὸν Θεὸν βλέπειν ἄτρωτός ἐστιν εἰς κακίαν ὁ βίος; 2.297 Οὐ μήν, ἐπειδὴ τούτου διήμαρτεν ὁ τῆς κακίας εὑρετής, καθόλου τῆς κατὰ τῶν ἐπιβουλευομένων ἐπινοίας ἐπαύσατο, ἀλλὰ πρὸς τὸ ἴδιον πάλαισμα τὴν ἐπίνοιαν τρέπει, πάλιν δι' ἡδονῆς πρὸς τὸ κακὸν δελεάζων τὴν φύσιν. Ὄντως γὰρ πάσης κακίας οἷόν τι δέλεαρ ἡ ἡδονὴ προβληθεῖσα εὐκόλως τὰς λιχνοτέρας ψυχὰς ἐπὶ τὸ ἄγκιστρον τῆς ἀπωλείας ἐφέλκεται. Μάλιστα δέ πως διὰ τῆς ἀκολάστου ἡδονῆς ἀφυλάκτως ἡ φύσις πρὸς τὸ κακὸν παρασύρεται. 2.298 Ὃ δὴ καὶ τότε ἐγένετο. Οἱ γὰρ τῶν ὅπλων ὑπερισχύσαντες καὶ πᾶσαν τὴν ἐκ σιδήρου προσβολὴν ἀσθενεστέραν τῆς ἰδίας δυνάμεως δείξαντες καὶ κατὰ κράτος τὴν φάλαγγα τῶν ἀντικειμένων τρεψάμενοι, τοῖς γυναικείοις βέλεσι δι' ἡδονῆς κατετρώθησαν. Καὶ τῶν μὲν ἀνδρῶν κρείττους, τῶν δὲ γυναικῶν ἥττους ἐγένοντο. Ὁμοῦ τε γὰρ ὤφθησαν αὐτοῖς αἱ γυναῖκες ἀντὶ ὅπλων τὰς μορφὰς προβαλλόμεναι, καὶ παραχρῆμα τοῦ τόνου τῆς ἀνδρείας λήθην ἐλάμβανον τὸν θυμὸν εἰς ἡδονὴν διαλύσαντες. 2.299 Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, ἐν οἷς εἰκὸς εἶναι τοὺς τῇ ἀθέσμῳ μίξει τῶν ἀλλοφύλων ἐπιλυσσήσαντας. Ἡ δὲ πρὸς τὸ κακὸν οἰκειότης τῆς τοῦ καλοῦ συμμαχίας ἀλλοτρίωσις ἦν. Εὐθὺς γὰρ αὐτοῖς ἐξεπο λεμώθη τὸ Θεῖον. Ἀλλ' οὐκ ἀνέμεινεν ὁ ζηλωτὴς Φινεὲς τῇ ἄνωθεν ψήφῳ καθαρθῆναι τὴν ἁμαρτίαν. Ἀλλ' αὐτὸς ἐγένετο δικαστὴς ἅμα καὶ δήμιος.

2.300 Κινηθεὶς γὰρ εἰς τὴν κατὰ τῶν λελυσσηκότων ὀργήν, τὸ τοῦ ἱερέως ἔργον ἐποίησεν αἵματι καθαρίσας τὴν ἁμαρτίαν, αἵματι οὐκ ἀναιτίου τινὸς ζῴου τοῦ μηδὲν μετεσχηκότος τοῦ τῆς ἀκολασίας μιάσματος, ἀλλὰ τῶν ἐν κακίᾳ συνεζευγμένων ἀλλήλοις, ἐφ' ὧν ἡ αἰχμὴ κατὰ ταὐτὸν τῶν δύο σωμάτων διεξελθοῦσα ἔστησε τὴν τῆς θείας δίκης κίνησιν, τῷ θανάτῳ τῶν ἡμαρτηκότων τὴν ἡδονὴν καταμίξασα. 2.301 ∆οκεῖ δέ μοι συμβουλήν τινα ψυχωφελῆ κατατίθεσθαι τοῖς ἀνθρώποις ἡ ἱστορία, δι' ἧς διδασκόμεθα ὅτι πολλῶν ὄντων παθῶν ἃ τοὺς λογισμοὺς τῶν ἀνθρώπων καταγωνίζεται οὐδεμίαν καθ' ἡμῶν ἰσχὺν ἕτερον πάθος ἔχει τοσαύτην, ὡς πρὸς τὴν νόσον τῆς ἡδονῆς ἐξισοῦσθαι. Τὸ γὰρ ἀθρόως τοὺς Ἰσραηλίτας ἐκείνους, τοὺς καὶ τῆς Αἰγυπτίας ἵππου κρείττους ἐπιδειχθέντας καὶ τῶν Ἀμαληκιτῶν ὑπερσχόντας καὶ τῷ μετ' αὐτοὺς ἔθνει φοβεροὺς φανέντας καὶ μετὰ ταῦτα τῆς τῶν Μαδιανιτῶν ὑπερισχύσαντας φάλαγγος, τούτους ὁμοῦ τῇ θέᾳ τῶν ἀλλοφύλων γυναικῶν καταδουλωθῆναι τῇ νόσῳ οὐδὲν ἕτερον, καθὼς εἴρηται, δείκνυσιν ἢ τὸ δύσμαχον εἶναί τινα καὶ δυσανταγώνιστον πολέμιον ἡμῶν τὴν ἡδονήν, 2.302 ἣ τῶν ἀηττήτων τοῖς ὅπλοις ὁμοῦ τῷ φανῆναι κατα κρατήσασα τὸ τῆς ἀτιμίας ἤγειρε κατ' αὐτῶν τρόπαιον, ὑπὸ μάρτυρι τῷ φωτὶ τὴν αἰσχύνην αὐτῶν στηλιτεύσασα. Βοσκήματα γὰρ δι' ἑαυτῆς τοὺς ἀνθρώπους ἀπέδειξεν, οὓς ἡ κτηνώδης καὶ ἄλογος πρὸς τὴν ἀκολασίαν ὁρμὴ ἐκλάθεσθαι τῆς ἀνθρωπίνης ἀνέπεισε φύσεως, μηδ' ἐπι κρυπτομένους τὸ ἄγος, ἀλλ' ἐμπομπεύοντας τῇ ἀτιμίᾳ τοῦ πάθους καὶ ἐγκαλλωπιζομένους τῷ τῆς αἰσχύνης μιάσματι, συῶν δίκην ἀναφανδὸν ἐν ταῖς ἀλλήλων ὄψεσι τῷ τῆς ἀκαθαρσίας βορβόρῳ ἐγκαλινδουμένους. 2.303 Τί οὖν τῷ διηγήματι παιδευόμεθα; Τὸ μαθόντας ἡμᾶς ὅσην ἰσχὺν πρὸς τὸ κακὸν ἡ τῆς