1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

50

ἡδονῆς ἔχει νόσος, ὡς ὅτι μάλιστα πόρρω τοῦ τοιούτου γειτονήματος τὸν ἑαυτῶν ἀποικίζειν βίον, ὡς ἂν μή τινα πάροδον καθ' ἡμῶν λάβοι ἡ νόσος, οἷόν τι πῦρ διὰ τοῦ προσεγγισμοῦ τὴν πονηρὰν φλόγα κατεργαζόμενον. Τοῦτο γὰρ διδάσκει λέγων ἐν τῇ Σοφίᾳ Σολομὼν μὴ ἐπιψαύειν τοῦ ἄνθρακος γυμνῷ τῷ ποδὶ μηδὲ πῦρ τῷ κόλπῳ ἐναποτίθεσθαι, ὡς ἐφ' ἡμῖν ὂν ἐν ἀπαθείᾳ μένειν ἕως ἂν πόρρωθεν ὦμεν τοῦ ὑπεκκαίοντος. Εἰ δὲ κατὰ τοῦτο γενοίμεθα ὡς ἐπιψαῦσαι τῆς διακαοῦς ταύτης θερμότητος, ἐγκόλπιον τὸ πῦρ τῆς ἐπιθυμίας γενήσεται καὶ οὕτως ἐπακολουθήσει καὶ τῷ ποδὶ ἡ καῦσις καὶ ἡ διαφ θορὰ τῷ κόλπῳ. 2.304 Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Κύριος τῇ ἰδίᾳ φωνῇ, ὡς ἂν πόρρωθεν φυλαχθείημεν τοῦ τοιούτου κακοῦ, καθάπερ τινὰ ῥίζαν τοῦ πάθους τὴν διὰ τοῦ ἰδεῖν ἐγγινομένην ἐπιθυμίαν ἐξέτεμε, διδάσκων ὅτι ὁ τῇ ὄψει τὸ πάθος παρα δεξάμενος ὁδὸν δίδωσι καθ' ἑαυτοῦ τῇ νόσῳ. Τὰ γὰρ πονηρὰ τῶν παθημάτων λοιμοῦ δίκην ἐπειδὰν ἅπαξ τῶν καιρίων κατακρατήσῃ, τῷ θανάτῳ παύεται μόνῳ. 2.305 Ἀλλ' οὐδέν, οἶμαι, χρὴ μηκύνειν τὸν λόγον, πάντα τοῦ Μωϋσέως τὸν βίον εἰς ἀρετῆς ὑπόδειγμα προτιθέντα τοῖς ἐντυγχάνουσι. Τῷ γὰρ πρὸς τὴν ὑψηλοτέραν ζωὴν ἑαυτὸν ἀνατείναντι, οὐ μικρὰ γένοιτ' ἂν πρὸς τὴν ἀληθῆ φιλοσοφίαν ἐφόδια τὰ εἰρημένα. Τῷ δὲ μαλακιζομένῳ πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας, κἂν πολλαπλάσια γραφῇ τῶν εἰρημένων, οὐδὲν ἂν ἐκ τοῦ πλήθους γένοιτο κέρδος. 2.306 Πλήν, ὡς ἂν μὴ τοῦ κατὰ τὸ προοίμιον διορισμοῦ λήθη γένοιτο, ἐν οἷς ἡμῖν ὁ λόγος διϊσχυρίζετο τοιοῦτον εἶναι τὸν τέλειον βίον, οὗ μηδεμία περιγραφὴ τελειότητος κωλύει τὴν πρόοδον, ἀλλ' ἡ πρὸς τὸ κρεῖττον ἀεὶ γινομένη τοῦ βίου ἐπαύξησις ὁδός ἐστι τῇ ψυχῇ πρὸς τελείωσιν, καλῶς ἂν ἔχοι, πρὸς τὸ πέρας τοῦ βίου Μωϋσέως ἀγαγόντας τὸν λόγον, ἀσφαλῆ δεῖξαι τὸν ἀποδοθέντα ἡμῖν ὅρον τῆς τελειότητος. 2.307 Ὁ γὰρ διὰ τοσούτων ἀναβάσεων παρὰ πάντα τὸν βίον ὑψούμενος οὐκ ἠπόρησε γενέσθαι πάλιν ἑαυτοῦ ὑψηλότερος, ὡς ἄν, οἶμαι, διὰ πάντων ἀετοῦ δίκην ὑπερνεφὴς αὐτοῦ θεωροῖτο ἡ ζωὴ καὶ μετέωρος, περὶ τὸν αἰθέρα τῆς νοητῆς ἀναβάσεως ἑλισσομένη. 2.308 Ἐτέχθη, ὅτε τὸ τεχθῆναι τὸν Ἑβραῖον παρὰ τοῖς Αἰγυπτίοις ἀδίκημα ἔδοξε. Τοῦ τυράννου τότε νόμῳ τὸν τεχθέντα κολάζοντος κρείττων γίνεται τοῦ φθοροποιοῦ νόμου, περισωθεὶς τὰ μὲν πρῶτα παρὰ τῶν γεννησαμένων, μετὰ ταῦτα δὲ παρ' αὐτῶν τῶν τεθεικότων τὸν νόμον. Καὶ οἷς ὁ θάνατος αὐτοῦ νόμῳ κατεσπουδάσθη, οὗτοι οὐ τῆς ζωῆς μόνον, ἀλλὰ καὶ τῆς εὐδοκίμου τροφῆς πᾶσαν εἰσηνέγκαντο πρόνοιαν, διὰ πάσης σοφίας ἀγαγόντες τὸν νέον. 2.309 Κρείττων μετὰ ταῦτα γίνεται τῆς ἀνθρωπίνης τιμῆς καὶ τῆς βασιλικῆς ἀξίας ὑπέρτερος, ἰσχυρότερον εἶναι καὶ βασιλικώ τερον κρίνας ἀντὶ τῶν δορυφόρων καὶ τοῦ βασιλικοῦ κόσμου τὴν τῆς ἀρετῆς φρουρὰν ἔχειν καὶ τῷ ταυτῆς κόσμῳ ἐγκαλλωπίζεσθαι.

2.310 Μετὰ τοῦτο περισῴζεται τὸν ὁμόφυλον καὶ καταβάλλει τῇ πληγῇ τὸν Αἰγύπτιον, νοούντων ἡμῶν διὰ τῆς ἐξεταστικῆς θεωρίας τόν τε ἐχθρὸν τῆς ψυχῆς καὶ τὸν φίλον. Εἶτα διδάσκαλον τῶν ὑψηλῶν μαθημάτων ποιεῖται τὴν ἡσυχίαν καὶ οὕτω φωτίζεται τὴν διάνοιαν τῷ φωτὶ τῷ ἐκ τῆς βάτου ἐκλάμψαντι. Καὶ τότε σπουδὴν ποιεῖται κοινωνῆσαι τοῖς ὁμοφύλοις τῶν θεόθεν αὐτῷ γεγενημένων καλῶν. 2.311 Ἐν τούτοις διπλῆν ἐποιήσατο τῆς δυνάμεως τὴν ἐπίδειξιν, τὴν μὲν ἀμυντικὴν κατὰ τῶν ἐναντίων ἐν πολυτρό ποις τε δείξας καὶ ἐπαλλήλοις ταῖς πληγαῖς, τὴν δὲ εὐεργε τικὴν ἐπὶ τῶν ὁμοφύλων. ∆ιάγει διὰ τοῦ πελάγους τὸν τοσοῦτον λαὸν ποδί, οὐ στόλον ἑαυτῷ νηῶν παρασκευάσας, ἀλλὰ τὴν πίστιν αὐτοῖς πρὸς τὸν διέκπλουν ναυπηγησάμενος, χέρσον ποιεῖ τοῖς Ἑβραίοις τὸν βυθόν, θάλασσαν δὲ τοῖς Αἰγυπτίοις τὴν χέρσον. 2.312 Ἦισε τὰ ἐπινίκια. Ὡδηγήθη τῷ στύλῳ. Ἐφωτίσθη τῷ οὐρανίῳ πυρί. Τράπεζαν ἐκ τῆς ἄνωθεν τροφῆς ἑαυτῷ παρεστήσατο. Τῆς πέτρας ἐνεφορήθη. Τὰς χεῖρας ἀνέτεινεν ἐπὶ τῇ τῶν Ἀμαληκιτῶν ἀπωλείᾳ. Προσβαίνει τῷ ὄρει. Ἐν γνόφῳ γίνεται. Σάλπιγγος ἤκουσε. Τῇ θείᾳ φύσει