50
λέγων· Ζῶμεν οὖν ἐν πνεύματι, καὶ πνεύματι στοιχῶμεν, κατὰ τοὺς ἐκείνου νόμους πολιτευόμενοι. Τοῦτο γάρ ἐστι τὸ, Στοιχῶμεν· τουτέστι, Ἀρκεσθῶμεν τῇ τοῦ πνεύματος δυνάμει, καὶ μὴ ἐπιζητῶμεν τὴν ἀπὸ τοῦ νόμου προσθήκην. Εἶτα δεικνὺς ἐκείνους τοὺς ἐπεισάγοντας τὴν περιτομὴν διὰ φιλοτιμίαν τοῦτο ποιοῦντας, φησί· Μὴ γενώμεθα κενόδοξοι, ὃ πάντων ἐστὶν αἴτιον τῶν κακῶν, ἀλλήλους προκαλούμενοι, ἀλλήλους φθονοῦντες. Ἀπὸ γὰρ κενοδοξίας ὁ φθόνος, καὶ ἀπὸ φθόνου τὰ μυρία ταῦτα κακά.
61.673 ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.
αʹ. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησίν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν πράξῃ, ἀλλ', Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε, Κολάζετε, οὐδὲ, Καταδικάζετε, ἀλλὰ, ∆ιορθοῦσθε. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεικνὺς, ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν· Ἐν πνεύματι πραότητος. Οὐκ εἶπεν, ἐν πραότητι, ἀλλ', Ἐν πνεύματι πραότητος· δηλῶν ὅτι καὶ τῷ Πνεύματι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι μετ' ἐπιεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ. Εἶτα, ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέ 61.674 ρουσιν, ἵν', εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν· οὕτω δὴ καὶ ἡμᾶς ποιεῖν χρή. ∆ιὸ καὶ αἰτίαν ἀναγκαίαν τίθησι, λέγων οὕτω· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος, πρῶτον μὲν εἰπὼν, Ἐὰν καὶ προληφθῇ, δεύτερον τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα, εἶτα, Ἵνα μὴ καὶ σὺ πειρασθῇς, δαίμονος ἐπήρειαν μᾶλλον, ἢ ψυχῆς ῥᾳθυμίαν αἰτιώμενος. Ἀλλήλων τὰ βάρη βαστάζετε.
Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλαττώματος εἶναι, παραινεῖ μὴ ἀκριβεῖς ἐξεταστὰς εἶναι τῶν ἑτέροις πεπλημμελημένων, ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ' ἑτέρων. Καθάπερ γὰρ ἐπὶ τῆς οἰκοδομῆς, οὐ τὴν αὐτὴν ἅπαντες ἕδραν ἔχουσιν οἱ λίθοι, ἀλλ' ὁ μὲν πρὸς γωνίαν ἐπιτήδειος, οὐκέτι δὲ πρὸς θεμελίους, ὁ δὲ πρὸς θεμελίους μὲν, οὐκέτι δὲ πρὸς γωνίαν· οὕτω δὴ καὶ ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας. Καὶ ἐπὶ τῆς σαρκὸς δὲ τῆς ἡμετέρας τοῦτο αὐτὸ ἴδοι τις ἂν ἀλλ' 61.675 ὅμως θατέρου θάτερον ἀνέχεται, καὶ οὐ παρὰ πάντων πάντα ζητοῦμεν. Ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος, καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησι. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὐκ εἶπε, Πληρώσατε, ἀλλ', Ἀναπληρώσατε, τουτέστι, κοινῇ πάντες πληρώσατε, δι' ὧν ἀλλήλους φέρετε· οἷον, ὁ δεῖνά ἐστιν ὀργίλος, σὺ δὲ ὑπνηλός· φέρε τοίνυν τὴν ὁρμὴν αὐτοῦ τὴν σφοδρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν φέρῃ. Καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήσεται ὑπὸ σοῦ βασταζόμενος, οὔτε σὺ πλημμελεῖς ἐν οἷς εἶ βαρὺς, ἀνεχομένου σοῦ τοῦ ἀδελφοῦ σου. Οὕτω δὲ ἀλλήλοις χεῖρα ὀρέγοντες ἐν οἷς μέλλετε καταπίπτειν, δι' ἀλλήλων κοινῇ πληρώσατε τὸν νόμον, τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς. Ἐὰν δὲ μὴ οὕτω ποιῆτε, ἀλλ' ἕκαστος ἐπεξιέναι μέλλῃ τοῖς τοῦ πλησίον, οὐδέποτε οὐδὲν ἔσται τῶν δεόντων ὑμῖν. Ὥσπερ γὰρ ἐν τῷ σώματι εἰ τὴν αὐτήν τις ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶμα στήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀδελφῶν