51
προσήγγισεν. Ὑπὸ τῆς ἄνω σκηνῆς περιεσχέθη. Τὴν ἱερωσύνην ἐκόσμησε. Τὴν σκηνὴν ἐπήξατο. Τοῖς νόμοις τὴν ζωὴν διωρθώσατο. Τοὺς τελευταίους πολέμους κατὰ τὸν εἰρημένον τρόπον κατώρθωσεν. 2.313 Ἐπὶ τέλει τῶν κατορθωμάτων τὴν ἀκολασίαν διὰ τῆς ἱερωσύνης ἐκόλασε. Τοῦτο γὰρ ἡ διὰ τοῦ Φινεὲς γενομένη κατὰ τοῦ πάθους ὀργὴ ὑπῃνίξατο. Ἐπὶ πᾶσι τούτοις, πρόσεισι τῷ ὄρει τῆς ἀναπαύσεως. Οὐκ ἐπιβαίνει τῆς κάτω γῆς πρὸς ἣν ὁ κάτω λαὸς ἐξ ἐπαγγελίας ἑώρα. Οὐ γεύεται γηΐνης ἔτι τροφῆς ὁ τῇ ἄνωθεν ἐπιρρεούσῃ ζῆν μελέτησας, ἀλλ' ἄνω γενόμενος κατ' αὐτὴν τοῦ ὄρους τὴν ἀκρώρειαν, ὥσπερ τις ἀνδριαν τοποιὸς ἐπιστήμων, ὅλον ἑαυτοῦ τὸν ἀνδριάντα τοῦ βίου ἐξεργασάμενος ἀκριβῶς, ἐπὶ τῷ ἄκρῳ τῆς κατασκευῆς οὐχὶ τελευτήν, ἀλλὰ κορυφὴν τῷ ἔργῳ ἐπέθηκε. 2.314 Τί γάρ φησι περὶ αὐτοῦ ἡ ἱστορία; Ὅτι ἐτελεύτησε Μωϋσῆς οἰκέτης Κυρίου διὰ ῥήματος Θεοῦ, καὶ οὐδεὶς ἔγνω τὴν ταφὴν αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ οὐκ ἠμαυρώ θησαν, καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἐφθάρη. ∆ιδασκόμεθα γὰρ διὰ τούτων ὅτι διὰ τοσούτων κατορθωμάτων γενόμενος τότε ἀξιοῦται τοῦ ὑψηλοῦ τούτου ὀνόματος, ὥστε οἰκέτης κληθῆναι Θεοῦ, ὅπερ ἐστὶν ἴσον εἰπεῖν ὅτι παντὸς κρείττων ἐγένετο. Οὐ γὰρ ἄν τις Θεῷ δουλεύσειε μὴ τῶν ἐν τῷ κόσμῳ πάντων κρείττων γενόμενος. Τοῦτο δὲ αὐτῷ καὶ τέλος ἐστὶ τοῦ κατ' ἀρετὴν βίου διὰ ῥήματος Θεοῦ κατορ θούμενον, ὃ δὴ τελευτὴν ἡ ἱστορία λέγει, τελευτὴν ζῶσαν, ἣν οὐ διαδέχεται τάφος, ᾗ οὐκ ἐπιχώννυται τύμβος, ἡ τοῖς ὀφθαλμοῖς ἀμαυρότητα καὶ τῷ προσώπῳ διαφθορὰν οὐκ ἐπάγουσα. 2.315 Τί οὖν παιδευόμεθα διὰ τῶν εἰρημένων; Πρὸς ἓν τέλος διὰ τοῦ βίου βλέπειν τὸ τοῦ Θεοῦ οἰκέται διὰ τῶν βεβιωμένων κληθῆναι. Ὅταν γὰρ πάντας τοὺς ἐχθροὺς καταγωνίσῃ, τὸν Αἰγύπτιον, τὸν Ἀμαληκίτην, τὸν Ἰδουμαῖον, τὸν Μαδιανίτην, καὶ περάσῃς τὸ ὕδωρ καὶ φωτισθῇς τῇ νεφέλῃ καὶ γλυκανθῇς διὰ τοῦ ξύλου καὶ πίῃς τῆς πέτρας καὶ τῆς ἄνωθεν γεύσῃ τροφῆς καὶ διὰ τῆς καθαρότητός τε καὶ ἁγνείας ὁδοποιήσῃς σεαυτῷ τὴν ἐπὶ τὸ ὄρος ἄνοδον κἀκεῖ γενόμενος κατηχηθῇς τὸ θεῖον μυστήριον τῇ τῶν σαλπίγγων ἠχῇ καὶ ἐν τῷ δυσθεωρήτῳ γνόφῳ διὰ πίστεως τῷ Θεῷ προσεγγίσῃς κἀκεῖ διδαχθῇς τὰ τῆς σκηνῆς μυστηρία καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα, 2.316 ὅταν γένῃ τῶν σῶν καρδιῶν λαοξόος, ὥστε ἐν ταύταις παρὰ τοῦ Θεοῦ τὰ θεῖα λόγια ἐγχαράξαι, ὅταν τὸ τοῦ χρυσοῦ εἴδωλον ἐξαφανίσῃς, τουτέστι ἐὰν τὴν πλεονεκτικὴν ἐπιθυμίαν ἐξαλείψῃς τοῦ βίου, ὅταν τοσοῦτον ὑψωθῇς, ὥστε ἄμαχος φανῆναι τῇ γοητείᾳ τοῦ Βαλαὰμ (γοητείαν δὲ ἀκούσας, νόησόν μοι τὴν ποικίλην τῆς ζωῆς ταύτης ἀπάτην, δι' ἧς οἱ ἄνθρωποι, καθάπερ τινὶ Κιρκαίῳ κρατῆρι φαρμακευόμενοι, τῆς ἰδίας ἐκστάντες φύσεως εἰς ἀλόγων μορφὰς μεταπλάττονται), ὅταν διὰ πάντων γένῃ τούτων καὶ βλαστήσῃ ἐν σοὶ τῆς ἱερωσύνης ἡ ῥάβδος, ἡ μηδεμίαν τινὰ γῆς ἰκμάδα πρὸς τὴν βλάστην ἐφελκομένη, ἀλλ' οἴκοθεν τοῦ καρποῦ τὴν δύναμιν ἔχουσα καὶ καρποῦ καρυΐνου, οὗ ἡ μὲν πρώτη ἔντευξις πικρά τε καὶ κατεστυμμένη, τὸ δὲ ἐγκείμενον ἡδὺ καὶ ἐδώδιμον, ὅταν πᾶν τὸ ἐπανιστάμενον κατὰ τοῦ σοῦ ἀξιώματος εἰς ἀφανισμὸν χωρήσῃ, κατὰ τὸν ∆αθὰν ὑπόγειον γενόμενον ἢ ἐκδαπανηθὲν τῷ πυρὶ κατὰ τὸν Κορέ, τότε προσεγγίσεις τῷ τέλει. 2.317 Τέλος δὲ λέγω οὗ ἕνεκα πάντα γίνεται, οἷον τέλος τῆς γεωργικῆς ἡ ἀπόλαυσις τῶν καρπῶν, τέλος τῆς κατασκευῆς τοῦ οἴκου ἡ οἴκησις, τέλος τῆς ἐμπορίας ὁ πλοῦτος καὶ τῶν ἐν τοῖς ἀγῶσι πόνων ὁ στέφανος. Οὕτω καὶ τῆς ὑψηλῆς πολιτείας τέλος τὸ κληθῆναι οἰκέτην Θεοῦ, ᾧ συνθεωρεῖται τὸ μὴ ὑποχωσθῆναι τῷ τύμβῳ, τοῦτο δέ ἐστι τὸ γυμνήν τε καὶ ἀπέριττον τῶν πονηρῶν ἐφολκίων τὴν ζωὴν γενέσθαι. 2.318 Τῆς δὲ δουλείας ταύτης καὶ ἕτερον γνώρισμά φησιν ὁ λόγος τὸ μήτε ὀφθαλμὸν ἀμαυρωθῆναι, μήτε πρόσωπον διαφθαρῆναι. Ὁ γὰρ ἐν φωτὶ διὰ παντὸς ὢν ὀφθαλμὸς πῶς ἀμαυρωθήσεται διὰ σκότους οὗ ἠλλοτρίωται; Καὶ ὁ τὴν ἀφθαρσίαν ἐν πάσῃ τῇ ζωῇ κατορθώσας οὐδεμίαν πάντως φθορὰν ἐφ' ἑαυτοῦ παραδέχεται. Ὁ γὰρ ἀληθῶς κατ' εἰκόνα Θεοῦ γεγονὼς καὶ μηδαμοῦ παρατραπεὶς