1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

54

τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ μὴν τὸ πρᾶγμα ἐπονείδιστον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἀπίστοις· ἐν δὲ τοῖς οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα, καὶ μεγίστη. Καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ' ἡμῖν καύχημα· καὶ τὸ ἐξευτελίζεσθαι παρὰ πολλοῖς γέλως, ἀλλ' ἡμεῖς ἁβρυνόμεθα τούτῳ. Οὕτω καὶ ὁ σταυρὸς ἡμῖν καύχημα. Καὶ οὐκ εἶπεν, Ἐγὼ δὲ οὐ καυχῶμαι, ἢ, Ἐγὼ δὲ οὐ βούλομαι καυχᾶσθαι, ἀλλ', Ἐμοὶ δὲ μὴ γένοιτο, ὡς περὶ τῶν ἀτόπων ἀπηύξατο καὶ τὴν 61.679 παρὰ τοῦ Θεοῦ συμμαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο. Καὶ τί ἐστι τὸ καύχημα τοῦ σταυροῦ; Ὅτι ὁ Χριστὸς δι' ἐμὲ δούλου μορφὴν ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθε, δι' ἐμὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἀγνώμονα· ἀλλ' οὕτω με ἠγάπησεν, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Ἆρα τούτου γένοιτ' ἄν τι ἴσον; Εἰ γὰρ οἰκέται, ἂν μόνον ἐπαινῶνται παρὰ τῶν δεσποτῶν, καὶ ταῦτα ὁμογενῶν ὄντων, μέγα φρονοῦσι, πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ ∆εσπότης ὁ ἀληθὴς Θεὸς μὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡμῶν σταυρόν; Μηδὲ ἡμεῖς τοίνυν ἐπαισχυνώμεθα τὴν ἄφατον αὐτοῦ κηδεμονίαν. Αὐτὸς οὐκ ἐπῃσχύνθη σταυρωθῆναι διὰ σὲ, καὶ σὺ ἐπαισχύνῃ ὁμολογῆσαι αὐτοῦ τὴν ἄπειρον κηδεμονίαν; ὥσπερ ἂν εἴ τις δεσμώτης μὴ ἐπαισχυνόμενος τὸν βασιλέα, ἐπειδὴ δὲ ἐπέστη τῷ δεσμωτηρίῳ καὶ τὰ δεσμὰ ἔλυσε δι' ἑαυτοῦ, διὰ τοῦτο αὐτὸν ἐπαισχύνηται. Ἀλλ' ἐσχάτης ταῦτα παραπληξίας· δι' αὐτὸ γὰρ τοῦτο μάλιστα ἐναβρύνεσθαι δεῖ. ∆ι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Τὸν κόσμον φησὶ νῦν, οὐ τὸν οὐρανὸν οὐδὲ τὴν γῆν, ἀλλὰ τὰ βιωτικὰ πράγματα, τὸν ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, τὰ τοιαῦτα ἅπαντα τὰ δοκοῦντα εἶναι λαμπρά. Ταῦτα γάρ μοι νεκρὰ γέγονε. Τοιοῦτον εἶναι χρὴ τὸν Χριστιανὸν, ταύτην ἀεὶ τὴν φωνὴν περιφέρειν. Οὐδὲ γὰρ ἠρκέσθη μόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπών· Κἀγὼ τῷ κόσμῳ· διπλῆν τὴν νέκρωσιν αἰνιττόμενος, καὶ λέγων, ὅτι Καὶ ἐκεῖνα ἐμοὶ νεκρὰ, καὶ ἐγὼ ἐκείνοις, καὶ οὔτε αὐτὰ ἑλεῖν με δύναται καὶ χειρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ· οὔτε ἐγὼ ἐπιθυμῆσαι αὐτῶν· νεκρὸς γὰρ αὐτοῖς εἰμι καὶ ἐγώ. Οὐδὲν τῆς νεκρώσεως ταύτης μακαριώτερον. Αὕτη γάρ ἐστι τῆς μακαρίας ζωῆς ἡ ὑπόθεσις. Οὔτε γὰρ περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Εἶδες σταυροῦ δύναμιν, εἰς ὅσον αὐτὸν ὕψος ἀνήγαγεν; Οὐ γὰρ δὴ μόνον τὰ τοῦ κόσμου πράγματα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνώτερον πολλῷ κατέστησε. Τί ταύτης τῆς ἰσχύος ἴσον; Τὸν γὰρ ὑπὲρ ταύτης τῆς περιτομῆς σφαττόμενον καὶ ἑτέρους ἀποσφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰ καὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγματα. Καινὴν γὰρ κτίσιν ταύτην καλεῖ τὴν καθ' ὑμᾶς πολιτείαν, διά τε τὰ γεγενημένα, διά τε τὰ ἐσόμενα· τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιωθεῖσα ἐν γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίσματος ἀνενεώθη, ὡσανεὶ ἀνακτισθεῖσα πάλιν· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούμεθα πολιτείαν· διὰ τὰ ἐσόμενα δὲ, ὅτι καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων. Μὴ τοίνυν μοι λέγε, φησὶ, περιτομὴν τὴν οὐδὲν δυναμένην λοιπόν· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον μεταβεβλημένων; ἀλλὰ τὰ καινὰ ζήτει πράγματα τῆς χάριτος. Οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται, καὶ τῷ τοῦ Ἰσραὴλ ὀνόματι κυρίως ἂν καλοῖντο· ὡς οἵ γε τὰ ἐναντία φρονοῦντες, κἂν ἐξ ἐκείνου γεγεννημένοι εἶεν, καὶ τὴν προσηγορίαν αὐτοῦ περιφέροιεν, πάντων 61.680 ἐκπεπτώκασι τούτων, καὶ τῆς συγγενείας καὶ τῆς ἐπωνυμίας αὐτῆς. Οἱ γὰρ κυρίως Ἰσραηλῖται εἶναι δυνάμενοι, οἱ τὸν κανόνα τοῦτον