1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

4

τὸ μέγα ὅραμα τοῦτο· εἰπόντα δὲ μηκέτι μόνοις τοῖς ὀφθαλμοῖς τὸ θαῦμα τοῦ φωτὸς δέξασθαι, ἀλλ' ὃ πάντων ἐστὶ παραδο ξότατον καὶ τὴν ἀκοὴν ταῖς ἀκτῖσι τοῦ φέγγους ἐναυγασθῆ ναι· πρὸς γὰρ ἀμφοτέρας τὰς αἰσθήσεις ἡ τοῦ φωτὸς μερισθεῖσα χάρις, τὰς μὲν ὄψεις ταῖς τῶν ἀκτίνων μαρμα ρυγαῖς περιηύγαζε, τὴν δὲ ἀκοὴν τοῖς ἀκηράτοις δόγμασιν ἐφωταγώγει. Κωλύει γοῦν ἡ τοῦ φωτὸς ἐκείνου φωνὴ προσβῆναι τῷ ὄρει τὸν Μωϋσέα τοῖς νεκροῖς ὑποδήμασι βεβαρημένον, ἀλλ' ἐκλύσαντα τῶν ποδῶν τὸ ὑπόδημα οὕτω τῆς γῆς ψαύειν ἐκείνης ὅση τῷ θείῳ φωτὶ κατελάμπετο.

1.21 Ἐπὶ τούτοις (χρὴ γὰρ οἶμαι μὴ λίαν ἐμβραδύνειν τῇ ψιλῇ περὶ τοῦ ἀνδρὸς ἱστορίᾳ τὸν λόγον, ὡς ἂν καὶ τῶν προκειμένων ἔχοιτο) δυναμωθεὶς τῇ ὀφθείσῃ θεοφανείᾳ λυτρώσασθαι τὸ ὁμόφυλον τῆς δουλείας τῶν Αἰγυπτίων προστάσσεται. Καὶ ὡς ἂν μάλιστα μάθοι τὴν ἐγγινομένην αὐτῷ θεόθεν ἰσχύν, ἐκ τῶν ἐν χερσὶ ποιεῖται τὴν πεῖραν θείῳ προστάγματι. Ἡ δὲ πεῖρα ἦν αὕτη· Ῥάβδος ἐκπεσοῦσα τῆς χειρὸς ἐψυχώθη καὶ ζῷον ἐγένετο (δράκων δὲ τὸ ζῷον ἦν) καὶ πάλιν ὑπὸ τῆς χειρὸς ἀναληφθεῖσα, ὅπερ ἦν πρὸ τῆς θηριώσεως ἐκεῖνο ἐγένετο. Καὶ ἡ τῆς χειρὸς ἐπιφάνεια νῦν μέν, προβληθεῖσα τοῦ κόλπου, εἰς χιόνος μετεποιήθη λευκό τητα, πάλιν δέ, εἴσω τοῦ αὐτοῦ γενομένη, ἐπὶ τὴν ἰδίαν ἐπανέρχεται φύσιν. 1.22 Κατιόντος δὲ τοῦ Μωϋσέως ἐπὶ τὴν Αἴγυπτον καὶ συνεπαγομένου τήν τε γαμετὴν τὴν ἀλλόφυλον καὶ τοὺς ἀπ' ἐκείνης αὐτῷ γεγονότας παῖδας, ὅτε τις καὶ ἄγγελος αὐτῷ συναντῆσαι λέγεται, τὸν περὶ τοῦ θανάτου φόβον ἐπάγων, ὃν ἡ γυνὴ τῷ αἵματι τῆς περιτομῆς τοῦ παιδὸς ἱλεώσατο, τότε συντυχία γίνεται τοῦ Ἀαρὼν καὶ αὐτοῦ θεόθεν παρορμηθέντος πρὸς τὴν συνάντησιν. 1.23 Εἶτα παρ' ἀμφοτέρων εἰς ἐκκλησίαν κοινὴν ὁ ἐν Αἰγύπτῳ λαὸς συναγείρεται καὶ ἡ τῆς δουλείας ἀπαλλαγὴ τοῖς πεπονηκόσιν ἤδη τῇ κακοπαθείᾳ τῶν ἔργων περιαγγέλλεται καὶ πρὸς αὐτὸν τὸν τύραννον περὶ τούτου γίνεται λόγος. Ἀγανάκτησις ἐπὶ τούτοις τοῦ τυράννου κατά τε τῶν ἐπιστατούντων τοῖς ἔργοις καὶ κατὰ τῶν Ἰσραηλιτῶν αὐτῶν μείζων ἢ πρότερον· καὶ ὁ τῆς πλινθείας φόρος ἐπαύξεται καὶ ἐπιπονώτερον τὸ ἐπίταγμα καταπέμπεται, οὐ τῷ πηλῷ μόνον κακοπα θούντων, ἀλλὰ καὶ περὶ τὸ ἄχυρόν τε καὶ τὴν καλάμην ταλαιπορούντων. 1.24 Τοῦ δὲ Φαραώ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τυράννῳ τῶν Αἰγυπτίων) τοῖς θεόθεν παρ' αὐτῶν γενομένοις σημείοις ἀντισοφιστεύειν διὰ τῆς τῶν γοήτων μαγγανείας ἐπιχει ροῦντος, τότε πάλιν τοῦ Μωϋσέως ἐν ὀφθαλμοῖς τῶν Αἰγυπ τίων τὴν ῥάβδον ἑαυτοῦ θηριώσαντος, τὸ ἴσον ἐνομίσθη θαυματοποιεῖν ἡ γοητεία ἐν ταῖς τῶν μάγων ῥάβδοις. Καὶ ἠλέγχθη διὰ τῆς ἐνεργείας τὸ σόφισμα, δείξαντος τοῦ δράκοντος τοῦ ἐκ τῆς Μωϋσέως βακτηρίας μεταβληθέντος ἐκ τοῦ καταφαγεῖν τὰ γοητικὰ ξύλα, τοὺς ὄφεις δῆθεν, ὅτι οὐδεμίαν ἀμυντικὴν οὐδὲ ζωτικήν τινα δύναμιν εἶχον αἱ τῶν γοήτων ῥάβδοι, πλὴν τοῦ σχήματος ὃ τοῖς ὀφθαλμοῖς τῶν εὐεξαπατήτων ἡ γοητεία σοφισαμένη παρέδειξε. 1.25 Τότε συμφρονοῦντας ἰδὼν ὁ Μωϋσῆς τῷ καθηγουμένῳ τῆς κακίας ἅπαν τὸ ὑποχείριον, κοινὴν ἐπάγει παντὶ τῷ ἔθνει τῶν Αἰγυπτίων πληγήν, οὐδένα τῆς τῶν κακῶν πείρας ὑπεξελόμενος. Συνεκινεῖτο δὲ αὐτῷ πρὸς τὴν τοιαύτην κατὰ τῶν Αἰγυπτίων ὁρμὴν οἷόν τις στρατὸς ὑποχείριος αὐτὰ τὰ στοιχεῖα τῶν ὄντων τὰ ἐν τῷ παντὶ θεωρούμενα, γῆ τε καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ταῖς προαιρέσεσι τῶν ἀνθρώπων τὰς ἐνεργείας συνεξαλλάσσοντα· τῇ γὰρ αὐτῇ δυνάμει κατὰ τὸν αὐτὸν καὶ χρόνον καὶ τόπον τό τε ἀτακτοῦν ἐκολάζετο καὶ ἀπαθὲς διέμενε τὸ κακίας ἐλεύθερον. 1.26 Πάσης γὰρ τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωϋσέως εἰς αἷμα τρα πείσης, ὡς καὶ τοὺς ἰχθύας εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις μόνοις ὕδωρ τὸ αἷμα ἦν, ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι τὸ αἱματῶδες εἶδος παρασοφίσασθαι. 1.27 Ὡσαύτως καὶ τῶν βατράχων ἐφερψάντων τῇ