1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

38

ἄλλων ἔμπροσθεν εἴρηται· τῆς δὲ κατὰ προαίρεσιν κινήσεως νῦν ἐροῦμεν. 26 περὶ τῆς καθ' ὁρμὴν ἢ κατὰ προαίρεσιν κινήσεως, ἥτις ἐστὶ τοῦ ὀρεκτικοῦ Ἔστιν οὖν τῆς κατὰ προαίρεσιν ἢ καθ' ὁρμὴν κινήσεως ἀρχὴ μὲν ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελός, ἐγκεφάλου μέρος ὢν καὶ αὐτός· ὄργανα δὲ τὰ ἐκ τούτων πεφυκότα νεῦρα καὶ οἱ σύνδεσμοι καὶ οἱ μύες. οἱ δὲ μύες συνεστήκασιν ἔκ τε σαρκῶν καὶ νευρωδῶν ἰνῶν καὶ τενόντων, συμπεπλεγμένων ταῖς τῶν νεύρων ἴνεσιν. ὅθεν τινὲς ᾠήθησαν αὐτοὺς αἰσθητικοὺς εἶναι, διὰ τὴν γινομένην ἐκ τῶν συμπεπλεγμένων αὐτοῖς νεύρων αἴσθησιν. ἔστιν οὖν ὁ τένων σύνθετος ἔκ τε συνδέσμου καὶ νεύρων λεπτῶν. διαφέρει δὲ νεύρου τένων ὅτι πᾶν μὲν νεῦρον αἰσθητικόν ἐστι καὶ στρογγύλον καὶ ἁπαλώτερον καὶ ἀπ' ἐγκεφάλου τὴν ἀρχὴν ἔχει· ὁ δὲ τένων καὶ σκληρότερος καὶ ἐξ ὀστέου καὶ ἀναίσθητος καθ' ἑαυτόν, καὶ ἔσθ' ὅτε πλατύς. εἰσὶ δὲ αἱ μὲν χεῖρες ἀντιληπτικὸν ὄργανον καὶ πρὸς τὰς τέχνας ἐπιτηδειότατον. ἐὰν γάρ τις ἀφέλῃ τὰς χεῖρας, ἢ τῶν χειρῶν μόνους τοὺς δακτύλους, εἰς πάσας σχεδὸν τὰς τέχνας ἀχρηστότατον ποιεῖ τὸν ἄνθρωπον. διὸ καὶ μόνος ἄνθρωπος, ἐπειδὴ λογικός ἐστι καὶ τεχνῶν δεκτικός, χεῖρας ἔσχε παρὰ τοῦ δημιουργοῦ. οἱ δὲ πόδες μεταβατικὸν ὄργανον. τὴν γὰρ κατὰ τόπον κίνησιν διὰ τούτων ποιούμεθα. μόνος δὲ ἄνθρωπος καθέζεται, μηδενὸς ἐρείσματος δεόμενος. μόνος γὰρ πρὸς δύο γωνίας ὀρθὰς κάμπτει τὰ σκέλη, κατά τε τὸ ἰσχίον καὶ τὴν ἰγνύν· τὴν μὲν ἐπὶ τὰ ἔνδον, τὴν δὲ ἐπὶ τὰ ἔξω. ὅσα τοίνυν διὰ νεύρων καὶ μυῶν κινεῖται, ταῦτα πάντα ψυχικά τε ἐστὶ καὶ κατὰ προαίρεσιν ἀποτελεῖται. τούτων δὲ καὶ τὰς αἰσθήσεις καὶ τὴν φωνὴν ἐδείξαμεν εἶναι. αὕτη μὲν οὖν ἐστιν ἡ κατὰ λόγον τῶν τε ψυχικῶν καὶ φυσικῶν ἔργων διάγνωσις. ὁ δὲ δημιουργὸς κατὰ τὴν ἄκραν ἑαυτοῦ προμήθειαν συνέπλεξε τοῖς φυσικοῖς τὰ ψυχικὰ καὶ ἀνάπαλιν. ἐπειδὴ γὰρ ἡ ἔκκρισις τῶν περιττωμάτων τῆς ἀποκριτικῆς ἐστι δυνάμεως, ἥτις μία τῶν φυσικῶν ἐστι δυνάμεων, ἵνα μὴ ἀπροαιρέτως ἀσχημονῶμεν, ἔνθα οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ ἐφ' ὧν οὐ δεῖ προϊέμενοι, πυλωρούς τινας ἐπέστησε ταῖς ἐκκρίσεσι τοὺς μῦς, καὶ οὕτως ἐποίησε τὰ τῆς φύσεως ἔργα ψυχικά. τὰς γοῦν ἐκκρίσεις ἐπέχειν διὰ τοῦτο δυνάμεθα καὶ πολλάκις καὶ ἐπὶ πολύ. καταπέμπεται δὲ τὰ μὲν αἰσθητικὰ καὶ μαλακὰ νεῦρα ἀπό τε τῆς μέσης καὶ τῶν ἔμπροσθεν κοιλιῶν τοῦ ἐγκεφάλου· τὰ δὲ σκληρότερα καὶ κινητικὰ ἀπὸ τῆς ὄπισθεν κοιλίας καὶ τοῦ νωτιαίου μυελοῦ· σκληρότερα δὲ μᾶλλόν ἐστι τὰ ἐκ τοῦ νωτιαίου, καὶ τούτων δὲ ἔτι μᾶλλον τὰ ἐκ τῶν κάτωθεν μερῶν τοῦ νωτιαίου. ὅσῳ γὰρ πλέον ἀποχωρεῖ τοῦ ἐγκεφάλου ὁ νωτιαῖος, τοσούτῳ πλέον αὐτός τε σκληρότερος γίνεται καὶ τὰ νεῦρα τὰ ἐξ αὐτοῦ φυόμενα. ὥσπερ δὲ τὰς αἰσθήσεις διπλᾶς ἐλάβομεν, οὕτω καὶ τὰς ἐκφύσεις τῶν νεύρων διπλᾶς ἔχομεν. ἕκαστος γὰρ σφόνδυλος τοῦ νωτιαίου συζυγίαν ἐκπέμπει νεύρων, ἧς τὸ μὲν ἐπὶ τὰ δεξιὰ μέρη τοῦ σώματος χωρεῖ, θάτερον δὲ ἐπὶ τὰ ἀριστερά. σχεδὸν γὰρ ὅλον ἡμῶν τὸ σῶμα εἰς δύο μεμέρισται, εἰς δεξιὰ καὶ ἀριστερά. οὕτω καὶ πόδες καὶ χεῖρες καὶ τῶν ἄλλων ἕκαστον, ὡς καὶ τῶν αἰσθητηρίων. 27 περὶ ἀναπνοῆσ Καὶ ἡ ἀναπνοὴ δὲ τῶν ψυχικῶν ἐστιν ἔργων. καὶ γὰρ μύες εἰσὶν οἱ διαστέλλοντες τὸν θώρακα, τὸ κυριώτατον τῆς ἀναπνοῆς ὄργανον, καὶ ἡ ἀθρόα καὶ στεναγματώδης ἀναπνοή, ἐπὶ ταῖς μεγάλαις λύπαις γινομένη, ψυχικὴν δείκνυσι τὴν ἐνέργειαν· ἐφ' ἡμῖν δὲ καὶ αἱ κατὰ τὴν χρείαν τῆς ἀναπνοῆς μεταβολαί. ἀλγοῦντες γάρ τι τῶν ἀναπνευστικῶν μορίων ἢ τῶν συγκινουμένων αὐτοῖς, οἷον τοῦ διαφράγματος ἢ τοῦ ἥπατος ἢ σπληνὸς ἢ τῆς κοιλίας καὶ τῶν λεπτῶν ἐντέρων καὶ τοῦ κόλου, μικρὸν καὶ πυκνὸν ἀναπνέομεν· μικρὸν μὲν ἵνα μὴ σφοδρότερον πλήττωμεν τὸ ἀλγοῦν μόριον, πυκνὸν δὲ ἵνα τὸ λεῖψαν κατὰ τὸ μέγεθος ἡ πυκνότης ἀναπληρώσῃ. καὶ γὰρ ὅταν ἀλγῶμεν τὸ σκέλος ἐπ' ὀλίγον ἐκτείνομεν αὐτὸ βαδίζοντες, διὰ τὴν αὐτὴν αἰτίαν δι' ἣν καὶ τὴν ἀναπνοήν. ὥσπερ οὖν καὶ τὸ βαδίζειν ψυ χικόν, οὕτω καὶ τὸ τῆς ἀναπνοῆς. ἀλλ' ἡσυχάζοντες μὲν καὶ μὴ βαδίζοντες ἐπὶ πλεῖστον χρόνον ζῆν