1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

2

τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες λιμένα καὶ πᾶσαν τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἂν οὕτω τύχῃ νῆσον ἀπαίρουσι, παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι· ταύτῃ τε πλησιάσαντες καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑπεισελθόντες ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνηνPr2.3 ται. καὶ ἡμεῖς αὐτοὶ τανῦν, ὦ δέσποτα, τὸν σωτήριον τοῦ θεοῦ λόγον κατηχούμενοι τοῦ τε κοσμικοῦ σάλου ἑαυτοὺς ἀπαλλάξαι σπουδάζοντες καὶ εἰς τὸν ἀσάλευτον τοῦ Χριστοῦ λιμένα τὸ σκάφος ἡμῶν εἰσελάσαι βουλόμενοι, ἐπειδὴ κενάς τινας καὶ ἀλόγους ὥς γέ μοι δοκεῖ περὶ τοῦ ἁγίου πνεύματος κινουμένας ζητήσεις παρά τινων ἔγνωμεν, φασκόντων μὴ δεῖν τοῦτο τῇ θεότητι καὶ τῇ κυριότητι συνδοξάζεσθαι, ἀλλ' ἐν ὑπηρέτου καὶ ἀποστόλου τετάχθαι σχήματι καὶ ἔτι φαυλοτέρας καὶ ταπεινοτέρας Pr2.4 τὰς περὶ αὐτοῦ δόξας διαλαμβανόντων, διὰ τοῦτο ὥσπερ ἐν ἀστάτῳ σάλῳ καὶ χαλεπῷ κλύδωνι συσχεθέντες μηδένα τε τῶν παρ' ἡμῖν ἱκανὸν εὑρεῖν δυνηθέντες τὸν διαλύσοντα τὰ ζητούμενα καὶ τὴν ὑγιῆ πίστιν ἡμῖν ἐκθέσθαι δυνάμενον, ἐπὶ τὴν σὴν θεσσέβειαν ἀνενέγκαι τὸ πρᾶγμα ἠπείχθημεν, τὴν φωνὴν ταύτην εἰκότως καὶ αὐτοὶ ἀφιέντες· «ἐπιστάτα, σῶσον». Pr2.5 δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἣν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μάρτυρες ἀξιόπιστοι μαρτυροῦσι καὶ ἀνακηρύττουσι· καταξίωσον, εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος ἐκθέσθαι πίστιν καὶ ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαλλιαθῆναι καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ «τὸν θεὸν ἐν πᾶσι δοξασθῆναι».

Pr3.Arg Ἐπιστολὴ γραφεῖσα εἰς Παμφυλίαν τοῖς περὶ τὸν πρεσβύτερον Ματίδιον καὶ Ταρσῖνον καὶ Νέωνα καὶ Νουμεριανὸν Σουέδρων καὶ Παλλάδιον πολιτευόμενον περὶ πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου

πνεύματος καὶ ἄλλων μερῶν τῆς πίστεως, ἀναστάσεώς τε νεκρῶν φημι καὶ ἐνανθρωπήσεως Χριστοῦ, ἐν ἐνενηκοστῷ ἔτει ∆ιοκλητιανοῦ ἐν μηνὶ Ἰουλίῳ, περὶ ὧν ἐν ταῖς ἑαυτῶν ἐπιστολαῖς ᾔτησαν, ὡς ἐν αὐταῖς

ἐμφέρεται καὶ εἰσὶ προτεταγμένα. Τοῖς κυρίοις μου καὶ τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις, Ματιδίῳ καὶ Ταρσίνῳ καὶ Νέωνι καὶ Νουμεριανῷ καὶ λοιποῖς πᾶσι τοῖς σὺν ὑμῖν καὶ τοῖς ποθεινοτάτοις τέκνοις ἡμῶν, Παλλαδίῳ καὶ Σευηριανῷ, τοῖς τὸν ἀγαθὸν ζῆλον ἐζηλωκόσι καὶ τὸν μακάριον καὶ περιπόθητον βίον ἑαυτοῖς ἑλομένοις ὀρθοδόξου τε πίστεως καὶ τελείας συγκαταθέσεως, τοῖς τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον πληροῦσι, τό «εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς» καὶ τό «ἐπώλουν τὰ ὑπάρχοντα αὐτῶν καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων», καὶ ὅσα εἰσὶ καίρια καὶ ἀγαθώτατα ἐν ἡμῖν προσπορίσασθαι ταῖς ἑαυτῶν ψυχαῖς προστιθεμένοις, Ἐπιφάνιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἐν κυρίῳ θεῷ χαίρειν. 1.1 Ἤδη μὲν οὖν μακαρίσαιμι ἂν ἑαυτόν, ποθεινότατοι, ὅτι γε μὴ ὄντες ἡμεῖς ἱκανοὶ πρὸς τὴν τῶν ἁγίων καὶ σπουδαίων καὶ ζῆλον θεοῦ ἀνειλημμένων ἐνάρετον