1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

39

σαφηνίσαι σπουδάσωμεν, πανταχόθεν συνάγοντες τῆς θείας γραφῆς τὰς μαρτυρίας εἰς πλάτος εὐωχίας καὶ ἀγαλλίασιν τοῖς ἐντυγχάνουσι πιστοῖς πάλιν οὐκ ὀκνήσαιμεν ὑποδεῖξαι ὡς ἀσφαλῆ καὶ βεβαίαν ἐν θεῷ τὴν ἡμετέραν ἐλπίδα, ὅτι οὐδὲν παρήλλακται ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ἀλλ' 64.3 ὁμόστοιχος καὶ ὁμοούσιός ἐστιν ἡ ἁγία τριάς. οὐκ ἀλλαχόθεν δέ ποθεν οὐδὲ ἀπὸ ἰδίων διανοημάτων ποιούμεθα τὴν διδασκαλίαν, ἀλλ' ἀπὸ τῆς ἡμετέρας ζωῆς τουτέστιν ἐκ προφητῶν καὶ ἐκ τῆς τοῦ 64.4 σωτῆρος ἡμῶν παρουσίας καὶ τῆς αὐτοῦ φιλανθρωπίας. ἦλθε γάρ, ἦλθεν ἡ ζωὴ ἡμῶν καὶ τὸ φῶς αὖθις ἡμῖν ὑπέδειξεν εὑρὼν ἡμᾶς πεπλανημένους. ἦμεν γάρ, ἦμεν ἐν ὑπερηφανίᾳ καὶ βλασφημίαις, εἰδώλων ὁμοιώσεσι, πνευμάτων ἀθεΐαις, κακῶν πάντων ἐπιταγαῖς 64.5 βεβαπτισμένοι. τούτων τοίνυν προσόντων μοι ἀκουσίως «οὐ γὰρ ὃ ἤθελον ἔπραττον, ἀλλ' ὃ ἐμίσουν ἠπειγόμην ποιεῖν», ἁμαρτίας διακονούσης μοι οὕτως, ὁ ἅγιος πατὴρ τὸν υἱὸν αὐτοῦ τὸν ἅγιον ἀπέστειλε καὶ ἐν τῷ αὐτοῦ ἐλέει ἔσωσέ με καὶ ἐκ πασῶν τῶν διαφθορῶν μου ἐρρύσατό με. 65.1 «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος, διδάσκουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, 65.2 καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων»· «ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ»· «πύλας χαλκᾶς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας» τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρα ὀρέγων, ὁδοποιῶν, ὑποβάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. 65.3 τοίνυν «κατῴκησεν ἐν ἡμῖν» καὶ «τὸ δικαίωμα τοῦ νόμου» δοὺς 65.3 ἡμῖν τοῦ πνεύματος εἰς τὸ γνῶναι αὐτὸν καὶ ὅτι τὰ περὶ αὐτοῦ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, «νόμος δικαιοσύνης» γέγονεν ἡμῖν, «νόμος πίστεως» «νόμος πνεύματος», ἐλεύθερος ἐκ «νόμου σαρκὸς ἁμαρτίας». 65.4 διὸ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον»· ἔσω 65.5 δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν. αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, ἵνα «οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι» αἰτίῳ ζωῆς· «τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς» κατὰ τὸν ∆αυίδ, «θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα 65.6 αὐτῶν», «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ 65.7 τοῦ αἵματος τοῦ σταυροῦ». παρεγένετο τοίνυν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν», καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς 65.8 καὶ τὰ ἐπὶ τῆς γῆς». διάστασις δὲ ἦν καὶ ἔχθρα «ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ», «ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ», «δι' αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν», ἦλθε γὰρ «ἡ εἰρήνη ἡμῶν» καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον», «εἶναί τε τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας» ἐκέλευσεν εἰπών «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω 65.9 ὑμᾶς». τοίνυν «ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός», ἀπεστάλη μοι σωτὴρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας «ἐξαγοράσῃ», ἵνα με φθορᾶς, ἵνα με