1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

49

σωτηρίαν ὁ τὰ τοιαῦτα διανοούμενος; ἡμεῖς γὰρ οὐδὲν δυνάμεθα διανοεῖσθαι ἕτερον τὸν νοῦν εἶναι οὐδὲ ὑπόστασιν τοῦτον δυνάμεθα λέγειν καθ' ἑαυτόν, ἀλλὰ τὸ σύνθετον καὶ τὸ λογικὸν καὶ φρονοῦν ἐν ἑκάστῳ τῶν οὐ πεπλανημένων οἷον εἰπεῖν νόημα τοῦ ἀνθρώπου· ὡς ὀφθαλμοὶ ἐν τῷ σώματι, οὕτως νοῦς ἐν ψυχῇ. πάλιν δὲ οὐδὲ τοῦτο ἐριστικῶς φαμέν, ἀλλ' ἁπλῶς τὸ ἐννοητικὸν τῶν ἀνθρώπων *. 78.5 τί οὖν ἐστιν ἄνθρωπος; ψυχὴ σῶμα νοῦς καὶ εἴ τί ἐστιν ἕτερον. τί τοίνυν ἦλθεν ὁ κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. ἄρα 78.6 οὖν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν. ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο, ἃ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας καὶ ἐπροφητεύετο καὶ ἀνελο78.7 γεῖτο; σαφῶς γὰρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ' ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω ἐπ' αὐτὸν τὸ πνεῦμά μου» καὶ τὰ ἑξῆς. ἆρα γοῦν τὸ συνιέναι ποῦ πεπλήρωται; εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται. εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐναν78.8 θρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο. εἰ γὰρ ὅλως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ ὁ ἄνωθεν θεὸς Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, ὃς καὶ ἐνανθρωπήσας «ἡμῖν συνανεστράφη» κατὰ τὸ γεγραμμένον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ 78.9 τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι. διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ εὐαγγέλιον «προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ»· οὐχ ἡ θεότης ἡλικίαν ἐπιδεχομένη οὔτε σοφίας ὑστεροῦσα, ἡ οὖσα σοφία ὅλη. σοφίᾳ δὲ προέκοπτεν ἡ τοῦ σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ ἄλλως οὐδὲ σοφίσασθαι ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές. 79.1 Εἰ δὲ διὰ τὸ εἰληφέναι νοῦν † ἁμαρτία αὕτη νοεῖται, οὐκοῦν περισσοτέρως, ἐὰν δῶμεν αὐτὸν εἰληφέναι σάρκα, ἧς ἐκτὸς ἁμαρτία οὐ τελεῖται· «φανερὰ γὰρ τὰ ἔργα τῆς σαρκός». πάντως ὅτι δῶμεν ὅτι καὶ ἐν σαρκὶ ἥμαρτε, λαβὼν τὴν σάρκα. «οἶδα γάρ» φησὶν ὁ ἀπόστολος «ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ οὐδὲν ἀγαθόν, τουτέστιν ἐν τῇ σαρκί 79.2 μου». τίς δὲ τολμήσει λέγειν διὰ τὸ τὸν σωτῆρα εἰληφέναι σάρκα σαρκὶ συναπῆχθαι, καὶ τὰ τῆς σαρκὸς οὐκ εὔλογα ἐπιτελέσαντα, εἰς τὴν τοῦ παντὸς σκεύους τοῦ ἰδίου ἀκολουθίαν, ἀγαθὴν ὁμοίως καὶ φαύλην, ἐσχηκότα καίτοιγε καὶ σάρκα οὖσαν ἀνθρωπίνην, ἀλλ' ἐν οὐδενὶ 79.3 πταίουσαν. ὁ θεὸς γὰρ Λόγος ἄνωθεν ἀπὸ πατρὸς προελθὼν εὐδοκήσας ἐν σαρκὶ γενέσθαι ἐχαλιναγώγει τὸ σκεῦος καὶ εἰ ἤθελεν ἐπέχειν αὐτὸ ἀπὸ πάσης ἀχρειώδους πράξεως σαρκικῆς, ἠδύνατο· εἰ δὲ ἤθελεν, ἐνεδίδου. ἐνεδίδου δὲ εἰς τὰς εὐλόγους καὶ συμπρε79.4 πούσας τῇ αὐτοῦ θεότητι σωματικὰς χρείας. οὔτε γὰρ ἔχων τὸν νοῦν ἐν ἀληθείᾳ, ὥσπερ ὅλην τὴν ἐνανθρώπησιν ἐν ἀληθείᾳ εἶχεν, ὁ νοῦς ἐπεκτείνετο εἰς ἀλόγους ἐπιθυμίας οὔτε τὰ τῆς σαρκὸς ἴσα ἡμῖν ἔπραττεν ἢ ἐλογίζετο, ἀλλ' ὡς θεὸς ἐν σαρκὶ ἀληθινῇ γενόμενος ἀπὸ παρθένου Μαρίας ἔπραττε * σαρκὶ καὶ ψυχῇ καὶ νῷ καὶ ὅλῳ τῷ σκεύει, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει ἄνωθεν ἐκ πατρὸς 79.5 ἐνυπόστατος θεὸς Λόγος. ἀλλὰ μὴ σοφίσωνταί τινες καταχρηστικῶς τοῦτο λεγόμενον, ὡς τό «σύνες τῆς κραυγῆς μου»· τὸ μὲν γὰρ καταχρηστικῶς δι' εὐχὴν εἴρηται καὶ δῆλόν ἐστιν ὅτι ἡ χρῆσις εἰς τὸ δὲ ὑπόδειγμα σαρκικῆς αὐτοῦ παρουσίας προεφήτευται· τὸ δέ «καὶ προέκοπτεν ἡλικίᾳ» ἐστὶν ἀληθές. 80.1 Ἀλλὰ τί οἱ τοιοῦτοι νομίζουσι ἡμᾶς λέγειν, ἐὰν εἴπωμεν τέλειον ἄνθρωπον ἐκ Μαρίας τὸν Χριστὸν γεγονότα ἢ νοῦν ἐσχηκότα, μὴ ὑπονοήσωμεν αὐτὸν ἁμαρτίαις