1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

73

ἀληθινῆς πίστεως κατὰ καιρὸν καὶ καιρὸν διὰ τῶν αἱρέσεων τὴν αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ σωτηρίαν ἡμῶν διωχθεῖσαν, ὑπομείνασαν δὲ ἐν τῇ αὐτῆς ἀληθείᾳ, τῶν αἱρέσεων καθ' ἕκαστον χρόνον ἑαυτὰς χραινου82.3 σῶν καὶ ἀπὸ τῆς ἐκκλησίας ἀπαλλοτριουμένων· ὡς καὶ προσφάτως πάλιν ἀκούομέν τινων τῶν τὰ πρωτεῖα δοκούντων ἀποφέρεσθαι παρά τισι τῶν ἐν Αἰγύπτῳ ἀσκητῶν καὶ Θηβαΐδος καὶ ἄλλων ἄλλοθι κλιμάτων, τὰ ὅμοια τοῖς Ἱερακίταις φρονούντων καὶ λεγόντων ἀνάστασιν μὲν τῆς ἡμετέρας σαρκός, οὐ ταύτης δέ, ἀλλ' ἄλλης τινὸς ἀντ' αὐτῆς, ὡς ἐκτραπέντων τῶν τοιούτων καὶ εἰς μύθους ἐκτρεψάντων τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ τὴν βεβαίαν ἡμῶν ἐλπίδα. διὸ καὶ περὶ τούτου ἀναγκαζόμεθα αὖθις λέγειν. 83.1 Ἄπιστοι μὲν γὰρ ἀρνοῦνται τὸ πᾶν τῆς ἀναστάσεως, κακόπιστοι δὲ συρφετωδῶς καὶ ἀνοήτως τῆς κατὰ ἀλήθειαν ἐλπίδος 83.2 ἐκπεπτώκασι τῷ οὕτω νοεῖν περὶ τῆς ἀναστάσεως. καὶ Ἕλληνες μὲν οἱ τελείως ἀρνούμενοι τὴν ἀνάστασιν διὰ τὴν ἀσέβειαν τοῦ πλήθους τῶν παρ' αὐτοῖς γινομένων ἀνομημάτων· μισοῦσι γὰρ τὴν ἀνάστασιν δι' ἣν μέλλουσιν αἰσχύνην ὑφίστασθαι ἐν τῇ ἀναστάσει, τὸν θεὸν ἀγνοήσαντες καὶ τὰς αὐτοῦ ἐντολάς· πλὴν ὅτι ἀναστήσονται, κἂν 83.3 μὴ βούλωνται. αὐτὴ γὰρ ἡ κτίσις διαρρήδην αὐτοὺς ἐλέγχει, ὑποφαίνουσα καθ' ἑκάστην ἡμέραν ἀναστάσεως τὸ εἶδος. δύνει γὰρ ἡ ἡμέρα καὶ νεκρῶν αἰνιττόμεθα τὸν τρόπον, κοιμισμὸν αἰνιττομένης τῆς νυκτός· ἀνατέλλει ἡ ἡμέρα ἡμᾶς διυπνίζουσα καὶ ἀναστάσεως 83.4 ὑποδεικνύουσα τὸ σημεῖον. δρέπονται οἱ καρποὶ καὶ ἡ στάσις τῶν ὄντων ἐκτέμνεται, τῆς ἡμῶν ἐντεῦθεν ἀπαλλαγῆς ὁριζομένου τοῦ προσώπου. σπείρεται ἡ γῆ καὶ βλαστάνει, * ὅτι τὰ τεθαμμένα μετὰ τὴν τομὴν ἀναστήσεται. ἀκρὶς τελευτᾷ, θάψασα τὸ ἐξ αὐτῆς ἀποβληθὲν κύημα ἐν τῇ γῇ καὶ μετὰ καιρὸν ἡ γῆ ἀποδίδωσι τὰ τεθαμμένα· τὰ σπέρματα τῶν γενημάτων σπείρεται καὶ πρῶτον ἀποθνῄσκει 83.5 ἔπειτα τελεσφορεῖται· «ἐὰν γὰρ μὴ ἀποθάνῃ, οὐ ζωογονεῖται». σφραγῖδας ἐν ἡμῖν ὁ θεὸς ἐποίησε διὰ τῶν ὀνύχων δέκα καὶ δέκα ἀναστάσεως, μαρτυρούσας περὶ τῆς ἡμῶν ἐλπίδος. ἀλλὰ καὶ ὡς διὰ στεφάνου ἐπὶ τῆς κεφαλῆς διὰ τῆς τριχὸς τὴν ἡμῶν ἀνάστασιν ἐκήρυξε. τὸ γὰρ δοκοῦν ἐν ἡμῖν νεκρὸν σῶμα, τουτέστι τρίχες καὶ ὄνυχες, καθ' ἑκάστην τεμνόμεναι καὶ τεμνόμενοι αὖθις θάλλουσι, σημαίνουσαι τῆς ἀναστάσεως τὴν ἐλπίδα. 84.1 Καὶ ἀμύθητα ἔστιν εἰπεῖν εἰς πληροφορίαν τῶν ἀπίστων ἐξ ὑποδειγμάτων. ἀλλ' οὐκ ἔπεισε τούτους ἡ φάττα τὸ ὄρνεον οὐδὲ ὁ μυωξὸς τὸ ζῷον. ἀποθνῄσκει γὰρ τὸ τοιοῦτον ἑξάμηνον καὶ ἡ φάττα ἡμέρας τεσσαράκοντα, καὶ αὖθις μετὰ τοὺς καιροὺς αὐτῶν 84.2 ἀναβιοῦσι. κάνθαροι δὲ μέλλοντες τελευτᾶν ἐπὶ σφαῖραν τῆς κόπρου ἑαυτοὺς κρύβουσι, θάψαντες τὴν τοιαύτην σφαῖραν ἐν τῇ γῇ καὶ καταχώσαντες, καὶ οὕτως ἐκ τῆς αὐτῶν ἰκμάδος αὖθις εὑρίσκονται, 84.3 ἀναβιοῦντες ἐξ αὐτῶν τῶν λειψάνων. περὶ δὲ τοῦ φοίνικος τοῦ Ἀραβικοῦ ὀρνέου περισσόν μοι τὸ λέγειν. ἤδη γὰρ εἰς ἀκοὴν ἀφῖκται πολλῶν πιστῶν τε καὶ ἀπίστων. ἡ δὲ κατ' αὐτὸν ὑπόθεσις τοιάδε φαίνεται· πεντακοσιοστὸν ἔτος διατελῶν ἐπὰν γνοίη τὸν καιρὸν τῆς αὐτοῦ τελευτῆς ἐνστάντα, σηκὸν μὲν ἐργάζεται ἀρωμάτων καὶ φέρων ἔρχεται εἰς πόλιν τῶν Αἰγυπτίων Ἡλιούπολιν οὕτω καλουμένην, Ὢν δ' ἑρμηνευομένην ἀπὸ τῆς Αἰγυπτιακῆς διαλέκτου καὶ Ἑβραΐδος, 84.4 καὶ ταρσοῖς ἰδίοις τὰ στήθη τὰ ἑαυτοῦ μαστίξας πολλά, πῦρ ἀπὸ τοῦ σώματος αὐτοῦ προφερόμενος ἐμπίπρησι τὴν ὑποκειμένην ὕλην τῷ τόπῳ καὶ οὕτως ἑαυτὸν ὁλοκαυτοῖ καὶ πάσας τὰς σάρκας αὐτοῦ σὺν 84.5 ὀστέοις ἐκτεφροῦται. ἐκ θεοῦ δὲ οἰκονομίας νέφος ἀποστέλλεται καὶ ὑετίζει καὶ κατασβεννύει τὴν τὸ σῶμα τοῦ ὀρνέου καταδαπανήσασαν φλόγα, νεκροῦ μὲν ἤδη ὄντος τοῦ ὀρνέου καὶ ὀπτηθέντος ἀκρότατα·