1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

9

σημαίνεις καὶ υἱὸν τιμᾷς. καί «ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα»· ἐν τῷ γὰρ ὀνομάζειν σε τὸν υἱὸν τιμᾷς τὸν πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ πατρός. 11.1 Εἰ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις ἄπεστι τὸ τοιοῦτον φρόνημα καὶ οὐχ ἥσσονας τοὺς υἱοὺς βουλόμεθα οὐδὲ ἐλαττουμένους παρὰ τὴν τῶν πατέρων τιμήν ἡ γὰρ εἰς τοὺς υἱοὺς ἀτιμία εἰς τοὺς πατέρας ἀναλογεῖται, πόσῳ μᾶλλον ὁ θεὸς καὶ πατὴρ οὐκ ἂν βουληθείη ποτὲ 11.2 ἐλαττωθῆναι τὸν αὐτοῦ υἱόν; ὁ τοίνυν τὸν ἀληθῶς ὄντα τοῦ πατρὸς υἱὸν ἀποδέοντα τῆς τοῦ πατρὸς δόξης ὑπολαμβάνων μᾶλλον ἀτιμάζει 11.3 τὸν πατέρα, ἀντὶ τιμῆς *, ἀγνοίᾳ φερόμενος. ὡς οὖν ὁ υἱὸς ἀποκαλύπτει τὸν πατέρα φάσκων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, οὐδὲ τὸ πνεῦμά τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ ὁ υἱός, παρ' οὗ ἐκ11.4 πορεύεται καὶ παρ' οὗ λαμβάνει. πῶς δὲ ἀλλότριον θεοῦ τὸ πνεῦμα λέγειν τολμῶσιν οἱ μανίᾳ μᾶλλον κατεχόμενοι καὶ οὐκ ἀληθείᾳ οἳ οὐ μανθάνουσι τὴν ἀληθινὴν φωνὴν τοῦ ἀξιοπίστου καὶ ἁγίου Παύλου τοῦ ἀποστόλου, ᾧ δεξιὰν ἔδωκεν ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος ὁ κατηξιωμένος ἔχειν τὴν κλεῖν τῆς βασιλείας, τοῦ ἀκούσαν11.5 τος ἀπ' οὐρανῶν «Σαοὺλ Σαούλ, τί με διώκεις», τοῦ κατηξιωμένου ἀκοῦσαι «ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», τοῦ λέγοντος «οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ», ἀπὸ τοῦ παραδείγματος τὰ ἄνω βουλομένου φράζειν, ἵνα μὴ τὸ τοῦ ἀνθρώπου παράδειγμα εἰς τὸν θεὸν ἀπεικάσῃ, 11.6 ἀλλὰ τῷ παραδείγματι μέρος τῶν ἄνω ἀποκαλύψῃ; ὅλη γὰρ ἡ κτίσις συναχθεῖσα ἀγγέλων καὶ ἀρχαγγέλων, Χερουβὶμ καὶ Σεραφὶμ σὺν στρατιᾷ ἐπουρανίῳ, οὐρανοῦ τε καὶ γῆς, ἐπιγείων οὐρανίων καὶ καταχθονίων, φωστήρων τε καὶ ἀστέρων, ξηρῶν τε καὶ ὑγρῶν καὶ πάντων ἁπαξαπλῶς τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, οὐ δύναται ἐνδείξα11.7 σθαι οὔτε ὑποδείγματι ἀφομοιωθῆναι τῷ ἑαυτῶν δεσπότῃ. κατὰ χάριν γὰρ τῷ ἀνθρώπῳ τὴν εἰκόνα χαρίζεται λέγων «ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν». χαρίσματι 11.8 γὰρ ἔχει τὴν εἰκόνα πᾶς ἄνθρωπος, οὐδεὶς δὲ τῷ ἑαυτοῦ δεσπότῃ ἀπεικασθήσεται. τὸ μὲν γὰρ ἀόρατον τὸ δὲ ὁρατόν, τὸ μὲν ἀθάνατον τὸ δὲ θανάτου δεκτικὸν καὶ τὸ μὲν πάσης σοφίας πηγὴ καὶ πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα, ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ θεὸς παρασχεῖν κατ' ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα. 12.1 Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος ἀπόστολος «οὐδείς» φησίν «οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς 12.2 ἔγνω»· καὶ οὐκ εἶπεν «εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ», ἀλλὰ «τὸ πνεῦμα τοῦ θεοῦ» μόνον, ἵνα μή τις σύνθετον 12.3 καὶ συγκείμενον νοήσῃ τὸ θεῖον· «εἰ μή», φησί, «τὸ πνεῦμα τοῦ θεοῦ»· «τὸ γὰρ πνεῦμα τοῦ θεοῦ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ 12.4 θεοῦ». οὐκ ἀλλότριον τοίνυν τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐρευνῶν βάθη θεοῦ. εἰ γὰρ ἡμᾶς μέμφεται τὸ θεῖον γράμμα λέγον «ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ οὐ χρεία ἐστί σοι τῶν κρυπτῶν», καί «ὑψηλότερά σου μὴ ζήτει καὶ βαθύτερά σου μὴ ἐξέταζε», ἆρα εἴπωμεν καὶ περὶ τοῦ ἁγίου πνεύματος ὅτι μᾶλλον περιεργίᾳ καὶ 12.5 οὐχὶ μᾶλλον γνησιότητι ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ; ποῦ γὰρ ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ; διὰ ποίαν αἰτίαν; λέγε, ὦ ἀνόητε· ὡς περιεργαζόμενον; ὡς ἀλλοτριεπίσκοπον; ὡς μὴ ἰδίων ἐπιθυμοῦν; μὴ γένοιτο. 12.6 ἀλλ' ἐπειδὴ καταξιοῦνται οἱ ἅγιοι τὸ πνεῦμα τὸ ἅγιον ἐν ἑαυτοῖς κατοικίζειν, ἐπὰν ἐν τοῖς ἁγίοις γένηται τὸ πνεῦμα τὸ ἅγιον, χαρίζεται αὐτοῖς ἐρευνᾶν τὰ βάθη τοῦ θεοῦ. εἰς τὸ βαθέως δοξάζειν,