1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

2

ἑλίσσειν· Τῇ δὲ κνέφας σελάειν, καὶ δεύτερον ἦμαρ ὀπάζειν. Τῷ δ' ὑπὸ γαῖαν ἔθηκας ἐμὸν ἕδος, ἐν δὲ θάλασσαν Γαίης ἀγκαλίδεσσιν ἔδησας, γῆν δὲ θαλάσσῃ Ὠκεανοῦ κόλποισι περίῤῥυτον. Ὣς δὲ τὰ πάντα 528 Κόσμος ἔην, γαίη τε, καὶ οὐρανὸς, ἠδὲ θάλασσα, Οὐρανὸς οὐρανίοισιν ἀγαλλόμενος φαέεσσι, Πόντος δὲ πλωτοῖς, πεζοῖς δέ τε γαῖα πελώρη. Ἀθρήσας τότ' ἔπειτα καὶ ἄρμενα πάντα νοήσας, Τέρπετο Παιδὸς ἄνακτος ὁμοφρονέουσιν ἐπ' ἔργοις. ∆ίζετο καὶ σοφίης ἐπιΐστορα μητρὸς ἁπάντων, Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ' ἔειπεν· Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες Οὐρανὸν εὐρὺν ἔχουσιν, ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ, Ὑμνοπόλοι, μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον· Γαῖα δ' ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέουσι. Μικτὸν ἔτ' ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι Θνητῶν τ' ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ, 529 Τερπόμενόν τ' ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην Οὐρανίων, χθονίων τε μέγα κράτος, ἄγγελον ἄλλον Ἐκ χθονὸς, ὑμνητῆρά τ' ἐμῶν μενέων τε νόου τε. Ὣς ἄρ' ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης, Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφήν. Τῇ δ' ἄρ' ἑῆς ζωῆς μοιρήσατο· ἐν γὰρ ἕηκε Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ. Ἐκ δὲ χοὸς πνοιῆς τε βροτὸς γένετ', ἀθανάτοιο Εἰκών· ἡ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι. Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν, Τοῦ δ' ἔρον ἐν στήθεσσιν ἔχω θείην διὰ μοῖραν. 530 Αὐτὰρ ἐπεὶ θεῖον μὲν ἐπὶ χθονὶ πλάσμα φαάνθη, Καὶ χθονὸς, ἐν γυάλοισιν ἀειθαλέος παραδείσου, Τῷ δ' οὔπω τις ἀρωγὸς ὁμοίϊος ἔσκε βίοιο, ∆ὴ τότε μητιέταο Λόγου τόδε θαῦμα μέγιστον· Τὸν βροτὸν, ὅνπερ ἔτευξεν ἑοῦ θηήτορα κόσμου, Ῥίζαν ἐμὴν, καὶ σπέρμα πολυσχιδέος βιότοιο, Ἄνδιχα μοιρήσας μεγάλῃ ζωαρκέϊ χειρὶ, Πλευρὴν ἐκ λαγόνων μούνην ἕλε, τήν ῥα γυναῖκα ∆ειμάμενος, καὶ φίλτρον ἐνὶ στέρνοισι κεράσσας, Ἀμφοτέροις ἐφέηκεν ἐπ' ἀλλήλοισι φέρεσθαι· Οὐ πᾶσ' οὐδ' ἐπὶ πάντας, ὅρον δ' ἐπέθηκε πόθοισιν, Ὅν ῥα γάμον καλέουσ', ὕλης ἀμέτροιο χαλινὸν, 531 Ὡς μὴ μαιμώωσα, καὶ ἄσχετα μαργαίνουσα, Προφρονέως ἀγεληδὸν ἐπ' ἀλλήλοισιν ἰόντων, Ῥήξειεν μερόπων ἱερὸν γένος ἐκ φιλότητος Ἀζυγέος, πολέμους δὲ καὶ ἔχθεα πᾶσιν ὀρίνῃ Οἶστρος ἀσημάντοισι φορεύμενος ἀφραδίῃσιν. Ὄφρα μὲν οὖν μήτειρα βροτῶν ἐπεδεύετο γαῖα, Οὐδ' εἶχεν κόσμον τὸν ὑπέρτατον, ὥσπερ ἔμελλεν, Ἀλλὰ καὶ ὁ πρώτιστος ἀτασθαλίῃσιν ἑῇσι, Βασκανίῃ τε δράκοντος ἀδευκέος ἐκ παραδείσου Βληθεὶς ἀνδροφόνοιο φυτοῦ διὰ γεῦσιν ἀλιτρὴν, ∆ερματίνοισι χιτῶσιν ἑὴν ἔβρισ' ἐπὶ γαῖαν· Τόφρα δὲ καὶ δυὰς ἦεν ἐν ἀνθρώποισιν ἀρίστη, Καὶ γάμος, ἀνδρομέης γενεῆς φύσις, ἄλκαρ ὀλέθρου. 532 Ὥς κεν ἀπολλυμένων τε καὶ ἐρχομένων μετόπισθεν Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον, Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν. Αὐτὰρ ἐπεὶ κόλποι τε καὶ εὐρέα πείρατα γαίης, Ἀντολίη τε, δύσις τε, νότου πλευρὴ, βορέου τε Πλῆσθεν ἐφημερίων, ὕβριν δ' ἐξέζεσεν ἰλὺς, Καὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθὲν Γλώσσαις τεμνομένῃσι, καὶ ὕδασι, καὶ πυρὸς ὄμβροις, Καὶ γραπτοῖο νόμοιο διδάγμασιν, ἠδὲ προφήταις, Οὐκ ἔθελε πρώτης κακίης ἀπὸ δεσμὰ τινάξαι, Ἀλλ' αἰεὶ στερεοῖσιν ἐν ἅμμασιν εἴχετο σαρκὸς, Μαχλοσύναις τε, μέθαις τε καὶ εἰδώλοισι μεμῃνὸς, 533 Ὑστάτιον τοιῆσδε φίλον γένος ἔμμορε τιμῆς Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός. Χριστὸς, ὅσον βροτέῳ ἐνὶ σώματι κάτθετο μοίρης Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο ∆απτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα, Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκέτι νοῦσον Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν, (οὐ γὰρ ἐπαρκὲς Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος·) ἀλλὰ κενώσας Ὃν κλέος, οὐράνιός τε καὶ ἄτροπος οὐρανίοιο Εἰκὼν, ἀνδρομέοις τε καὶ οὐ βροτέοισι νόμοισι, Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς Σαρκωθεὶς, ὦ θάμβος ἀφαυροτάτοισιν ἄπιστον, Ἦλθε Θεὸς θνητός τε, φύσεις δύο εἰς ἓν ἀγείρας, 534 Τὴν μὲν κευθομένην, τὴν δ' ἀμφαδίην μερόπεσσιν, Ὧν Θεὸς ἡ μὲν ἔην, ἡ δ' ὕστατον ἄμμιν ἐτύχθη, Τῆμος, ὅτ' ἐν σπλάγχνοισι μίγη Θεὸς ἀνδρομέοισιν·