1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

16

πόθοισιν. Ἥτις δ' ὥριός ἐστι γάμῳ, καὶ σώφρονι βουλῇ 616 (Καὶ δεσμὸς ἀλόχῳ μὲν ἀνὴρ, τοκέες δὲ θυγατρὶ, Χριστοῦ δ' ἀμφοτέροισι φόβος, φίλτρον δ' ἀγάμοισι). Μήτε λιλαιομένην ἀνδρὸς ἀποέργαθε κούρην, Μήτε Θεῷ πελάουσαν ἐς ἀνέρος οἶκον ἐπείγειν, Ἄχρι καὶ ἀτρεκίης, πειρᾷν γε μὲν οὔ τι μεγαίρω. Εἰ δέ γε συζυγίῃ μὲν ὅλην φρένα χεῖρα τε δοίης, Καὶ στήσαις θαλάμους τε, χοροιτυπίας τε, πότους τε Καγχαλόων, καὶ γῆρας ἀποξύσειε μενοινὴ, Παρθενικὴ δ' ἀπὸ σεῖο φυγὰς πρὸς Χριστὸν ἀνέλθοι, Ὥς τε ∆ίκη τοπάροιθε, βοὸς κταμένου ἀροτῆρος, ∆είδια μὴ κοτέῃσι Θεὸς ψήφοις ἀνίσοισι Τῷ ὑποδάμναθ' ἅπασα χοὸς φύσις, ὡς πυρὶ κηρὸς 617 Πινόμενος. Τάρβος δὲ Θεοῦ καὶ σάρκ' ἐπέδησεν. Ἔστι καὶ οὐρανίοισιν ὁμοίϊος ἐνθάδε λάτρις· Ἔστι καὶ ἐν θνητοῖσι νόος θεότητι πελάζων. Ἤλιτε δ' ὅστις ἔμιξε φύσιν σάρκεσσιν ἄσαρκον, Ἀγγελικῶν τε πόθων κρατεροὺς ἀνέηκε Γίγαντας, Καὶ γαῖαν ἐκάθηρεν ἁμαρτάσιν οὐρανιώνων. Ἑλλήνων τάδε παισὶν, ἐπεὶ παθέεσσιν ἐκεῖνοι Ἄλκαρ, ἐμητίσαντο θεοὺς στήσασθαι ἀλιτροὺς, Κλέπτας, ἀνδρογύνους, μοιχοὺς, ἀλιτήμονας ἀνδρῶν, Ἀνδροφόνους, τεκέων δηλήμονας, ἠδὲ τοκήων. Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ τέλεσσαν. Ἄθρει δὴ πρώτιστον ὅσ' ἔπλετο μαργοσύνῃσι, 618 Ταῦρος, κύκνος, ὄφις, χρυσὸς, πόσις, ὄρνις, ἄπαντα Ὅσσα μιν ὠκὺς ἄνωξεν ἔρως κοῦρός τ' ἀλαπαδνός. Κεῖνοι παρθενίην μὲν ἀτιμάζοιεν ἐραννὴν, Σαρκοπέδην. Κείνοισιν ἀπιστοτάτη χοὸς αἴγλη, Οἵ σφισι μετρείουσιν ἀτασθαλίῃσιν ἅπαντας. Οὐ καθαρῆς γλήνης δὲ κατηφέα τείρεα λεύσσειν· Καὶ χθὼν ἔμπεδός ἐστιν, ἰλιγγιόωσι δ' ἄπιστος. Ἡμῖν δ' οὐ θέμις ἐστὶν ἐλεγχείην καταχεύειν Παρθενίης. Τί δ' ἄπιστον ἔρον Χριστοῦ βασιλῆος Εὐνάζειν βροτέους τε πόθους καὶ σαρκὸς ἐρωὰς, Ὡς πάρος αἱματόεντα ῥόον σχέθεν αἱμοροούσης 619 Ἀψαμένης· κλέφθη γὰρ ἑκὼν Θεὸς, ἡ δὲ ῥεέθρων Αὐαλέη πηγὴ τῆμος θάλεν, εὖτ' ἐμαράνθη. Ἠὲ πυρὸς, ξιφέων τε καὶ ὕδατος, ἀργαλέων τε Θηρῶν, δαπτομένων πικροῖς μελέων κεράεσσι. Θυμὸς Χριστιανοῖσιν ὑπέρτερος, εὖτε διώκτης Καιρὸς ἐπισπέρχῃσι Θεοῦ πέρι δῆριν ἐγείρων. Οὐκ ἄϋπνος κείνοισι βίος, καὶ ἀνέστιος αἰών; Εὐχαί τε, στοναχαί τε ἀκαμπέες; οὐ δακρύοισι Τήκοντ'; οὐ νυχίῃσι καὶ ἠματίῃσιν ἀοιδαῖς, Ἔνθεν ἀναθρώσκουσι βίον καὶ σάρκα λιπόντες; Οὐκ ὀλίγοις σπινθῆρσι πνοὴ κατερύκετ' ἐδωδῆς; Οὐ σήραγγας ἔχουσι δόμους, καὶ δέμνια πέτρην, Ἢ δ' ἁπαλὰς ποίας τε καὶ αὐαλέους κλαδεῶνας; 620 Οὐ θηρσὶ ναίουσιν ὁμέστιοι ὠμοβόροισιν, Ὥς κεν ὑπεκκακότητα χοὸς καὶ δεσμὰ φύγωσιν; Ὡς δ' ὄρνιν φοίνικα φάτις θνήσκοντα νεάζειν Ἐν πυρὶ τικτόμενον, πολλῶν ἐτέων μετὰ κύκλα, Γηραλέης κονίης ξεῖνον γόνον αὐτογένεθλον, Ὣς οἵ γε θνήσκοντες ἀείζωοι τελέθουσι, ∆αιόμενοι πυρόεντι πόθῳ Χριστοῦ βασιλῆος. Ἐν δ' ὀλιγοδρανίῃ κεῖται σθένος εὐσεβέεσσι. Ταῦτα τίς εἰσορόων, οὐ σπένδεται ἠϊθέοισι Γηθόσυνος σάρκεσσιν, ἐπεὶ ζέσεν οἶστρος ἀρείων; Ὦ φύσι παμμήτειρα, σὰ δ', οὐκ ἐμὰ θαύματα λέξω, Ὅσσα καὶ ἐν χέρσοισι καὶ ἐν πελάγεσσιν ἔθηκας. Πυνθάνομ' ὡς πτερόεσσα τρυγὼν, τρυγόνος φιλίοιο Χηρωθεῖσ', ὁμόλεκτρον ἑὸν ποθέουσα σαόφρων, 621 Οὐ δέχεται πόσιν ἄλλον ἑῆς καθύπερθε καλιῆς. Ὄρνι σοφή! Μερόπεσσι δ' ἁγνὸς βίος, ὅσσον ἀρείων! οὐδὲ μὲν οὐ λακέρυζα μελάγχροος, ἀλλὰ καὶ αὐτὴ Ζώει κουριδίοιο πόθου τμηθεῖσα κορώνη, Πάντα πόσιν στυγέουσα, ἐπὴν φίλον εὖνιν ὀλέσσῃ. Ἰχθύσι δ' εἰναλίοισι νόμος, παύροις μὲν ἄθεσμος, Ἀμφὶ γάμους, πολλοῖς δὲ σαοφροσύνης τε μέμηλε, Καὶ θαλάμων, ἀλόχων τε. ∆ίκη δέ τε κἀνθάδ' ἀνάσσει. Ἄλλοι δ' οὐ πλεόνεσσιν ἑνὸς μογέουσι τόκοιο, Ἄλλοι δ' εἰαρινῇ μούνῃ φιλότητι γάνυνται, Καὶ πλέονες. Μέτρον δὲ φύσις ἐπέθηκε πόθοισι. Καιρὸς δ' αὖ φιλότητος ἐνηέος ἐστὶν ἅπασιν, Ἠερίοις ἁλίοις τε καὶ ὅσσ' ἐπὶ γαῖαν ὁδεύει. 622 Οὐδ' ἐκτὸς προχέουσιν ὅρου πόθον, ἀλλὰ δέονται Ὥρια μαργαίνοντες, ἐπήν σφεας εἶαρ ἐγείρῃ. Καί ῥ' οἱ μὲν μιγάδεσσιν ἐπαΐσσουσι γάμοισι, Τοῖς δ' ἄλοχοί τε μέλουσι φίλαι, καὶ θεσμὸς ἔρωτος. Οἰοτόκος δ' ἄλλοισιν ἐπάρκιος ἔπλετο μίξις, Ὥς τινες, οἳ ζώων τε