1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

10

ἐλαφρῆς, Ἁγνότατοι καθαροῖσιν ὁμόφρονες οὐρανίοισιν, Ὥς κεν δὴ μεγάλοιο Θεοῦ τελέθοντες ὀπηδοὶ, Γηθόσυνοι μέλπωμεν ἑόρτιον ὕμνον ἄνακτι· Εἰς δὲ γάμον λήξαντες, ἀπ' ἀγλαΐης παραδείσου, Καὶ γαῖαν πολύμοχθον, ἅ θ' ἕσπεται ὀλλυμένοισιν, Ἔμπαλιν ἐξ ἀδέτοιο βίου πρὸς κῦδος ἴωμεν, Καὶ φυτὸν ἄλσεος ἐσθλὸν, ὅθεν πέσον ἀφραδίῃσι. Τοῖα καὶ ἀζυγίη θεοείκελος. Οἱ δὲ δικασταὶ Συζυγίην ποθέοντες, ὅμως στέψουσι κάρηνον 578 Παρθενίης. Χριστὸς δὲ διδοὺς γέρας ἀμφοτέροισι, Τὴν μὲν δεξιτερῇ παραστήσεται ἐγγύθι χειρὶ, Τὴν δ' ἑτέρην λαιῇ, κῦδος δέ τε καὶ τὸ μέγιστον. Βʹ. Ὑποθῆκαι παρθένοις. Νίκη μὲν δὴ σεῖο, καὶ ὃς μάλα σαρκὸς ἑταῖρος, Ὧδε δίκην δικάσειε. Μικρὸν δ' ἐπέεσσιν ἐμοῖσι, Παρθένε κυδήεσσα, καὶ ἀγλαόμητι, περίφρων, Οὔατα παρθεμένη, καὶ ἐνὶ φρεσὶ σῇσι βαλέσθαι Μῦθον ἐμόν. Πολιῆς δὲ παραίφασίς ἐστιν ἀρίστη. Μή σε νόος τρώσειεν ὑπερνεφέουσαν ἐρωαῖς. Πολλάκι γὰρ πτῶσις μὲν ἀπὸ χθονὸς ὑψόσ' ἄειρεν, Ἐς χθόνα δ' ὕψος ἔθηκε. Θεῷ τάδε τέθμια κεῖται, 579 Εὐμενέειν γοεροῖσιν, ὑπερφιάλους δὲ κολούειν. Μηδὲ μικροῖς μέτροισι τεὴν σταθμώμενος οἶμον, Εἴ τινα παρθρέξειας ἀπόδρομον, ἠὲ κάκιστον, Τέρμα πέλειν ἀρετῆς τόδ' ὀΐεο· οὐ γὰρ ἄριστον Τῶν ὀλίγων προφέρειν. Μέτρον δέ σοί ἐστιν ἐφετμὴ, Καὶ Θεὸς, οὗ σύ γ' ἄπωθε, καὶ εἰ τροχαλώτερος ἄλλων. Σκέπτεο μὴ καθύπερθεν ὅσων, ὁπόσων δ' ὑπένερθεν Ἑστηὼς, πάντων προφερέστατος εὔχεαι εἶναι. Οὐρανὸς εὐρὺς ὕπερθε, σὺ δ' ἐν χθαμαλοῖσιν ἀείρῃ. Ἔκλυον, ὡς νεπόδεσσι καθ' ὕδατος αὐγάζονται Μήνη τ', ἠέλιός τε καὶ ἀστέρες. Οὐ μὲν ἄρ' οἵ γε 580 Κωφὰ δ' ἀληθείης ἰνδάλματα εἰσορόωντες, Τέρπονθ' ὡς φωστῆρσιν ἀφαυροτάτοισι τύποισιν. Οὔ ποτε γὰρ νώτων πολιῆς ἁλὸς ἐξαναδύντες, Ἀτρεκέως λαμπτῆρας ἐθηήσαντο πάροιθεν· Ἢ τάχ' ἂν ἐσκέψαντο φάος καὶ παίγνια φωτός. Ὥς τινες· οὐ γὰρ ἄνακτος ἐτήτυμον ἔδρακον ὕψος· Μικρὸν ἀναθρώσκοντες, ἔχειν δοκέουσι πᾶν ὕψος. Ἀλλὰ σὺ τοῦ μὲν ἔμαρψας, ὃ δ' ἔλπεο, τοῦδ' ἐπίβαινε Βαθμοῖς ἐν πλεόνεσσιν, ἀεὶ τὸ πρόσθε δεδορκώς. Καὶ στάσις ἐστὶ κάκιστον· ἐπείγεο δ' ὡς καταμάρψων, Μέχρι σε καὶ πυμάτην ἐπὶ βαθμίδα Χριστὸς ἀνάξει. 581 Μὴ δέ σε Μῶμος ὄπισθε βάλοι, καὶ γλῶσσα κακίστη Ἰὸν ἐχιδναῖον πέμπουσ' ἐπὶ σοῖσι καλοῖσι, ∆οιαὶ γὰρ μερόπεσσιν ὁδοὶ, καὶ δισσὸν ὄνειδος· Ἡ μὲν γάρ τε κακὴ, καὶ ἐς τέλος ἶσον ἄγουσα, Ἡ δ' ἀγαθὴ, καὶ τῆσδε φίλον τέλος, ὡς ἐπέοικε. Μῶμος δ' ἀμφοτέρῃσιν· ἐπεὶ γλώσσης τί κεν ἦεν Φέρτερον, εἰ μούνοισιν ἐπέχραε τοῖσι κακίστοις; Νῦν δ' ἡ μὲν πάντεσσιν ὁμῶς ἀγαθοῖς τε κακοῖς τε Λύσσα πέλει. Σὺ δέ μοι φράδμων καὶ ἐπίσκοπος εἶναι Ἀμφοτέρων, καὶ τὴν μὲν ὀπίζεο, ἥ τις ἀλιτροῖς Ἕσπεται, ὡς κακότητα φύγῃς, τὴν γλῶσσα χαλέπτει. Τῆς δ' ἑτέρης μοι τόσσον ἔχειν δέος, ἣν ἀγαθοῖσιν Ἐχθρὸς ἐφοπλίζει πικρὴν κακὸς, ὅσσον ἀήτου Ἀγγίαλος πέτρη καὶ κύματος ἀγνυμένοιο. 582 Μήτ' αἰσχρόν ποτε μηδὲν, ὃ πλείοσιν εὔαδε, ῥέξῃς, Μή τ' ἀγαθοῦ λήξειας, ὅ κεν στυγέωσι κάκιστοι. Ἔρδειν δ' εὐκλείης μὲν ἐπάξια. Ἢν δ' ἀπέῃσι, Μή σέ γ' ἀνιάτω ψεύστης λόγος, ἀλλ' ἴθι πρόφρων Τὴν ὁδόν. Οἱ δ' ὑλάοιεν ἐτώσια, οὐδὲν ἔρωτος Θειοτέρου βλάψουσιν. Ὁ δὲ φθόνος ὄμματα τήκοι. Μηδὲ σύ γ' ἐκ Σοδόμων προφυγὼν, καὶ τέφραν ἀλύξας Τοῦδε βίου, θείου τε πυρὸς στονόεσσαν ἀπειλὴν, Εἰς Σόδομα βλέψειας, ἐπεὶ λίθος αἶψα παγήσῃ, Στήλη καὶ κακίης, καὶ ἀργαλέου θανάτοιο. Μηδ' ἐκ μὲν Σοδόμων κλέψῃς πόδας, ἐν πεδίοις δὲ Γείτοσι δηθύνειν ἆσσον πυρὸς, ἀλλὰ τάχιστα Σώζεσθαι πρὸς ὄρος, μή σε πυρὸς ὄμβρος ἐπίσσῃ. 583 Μήτε λίην τρομέειν σαρκὸς φύσιν, ὡς ἀδάμαστον. Οὐ θεόθεν γὰρ τάρβος, ὃ δέσμιον ἄνδρα τίθησι. Μήτε λίην σάρκεσσιν ἐφιέμεναι μαλακῇσι, Μή σε κατὰ κρημνῶν ῥίψῃ κόρος οὐ δοκέοντα. Πρόφρων μὲν τρηχεῖαν ἴθι τρίβον. Εἰ δ' ἐπιβαίης, Σκέπτεο μή τις ὄλισθος, ὅπως ἐπὶ τέρμα πελάσσῃς Ἅπτωτος, στεινὸν δὲ διεξελάσῃς πυλεῶνα, Ἔνθα φάος τε κλέος τε, κακῶν τ' ἄμπνευσις ἁπάντων. Εἰτρομέεις, καλάμην σπινθὴρ ὅτι τυτθὸς ἀνάπτει, Θάρσει· ὄμβρος ἄνωθεν καταψύξει φλόγα πολλὴν, Εὐχαί τε,