1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

58

συνάγει, Καὶ τυτθός περ ἐὼν, πολὺ πλείονος. Ὣς δὲ γυναῖκα Στέργω κουριδίην, οὐχὶ δὲ μοιχιδίην· Καὶ γραπτῶν παίδων πολὺ φέρτεροι, οὓς ἐφύτευσα, Καί περ ἀρειοτέρων, οἵ γε χερειότεροι. Τῶν σὺ μνωομένη τήρει δέμας, οἷον ἐτύχθη, Μηδ' ἐθέλειν δοκέειν ἀνθ' ἑτέρης ἑτέρη. Κελτοὶ μὲν κρίνουσι γόνον Ῥήνοιο ῥεέθροις, Καὶ χρυσοῦ καθαροῦ ἄνθρακές εἰσι κρίσις. Σὸν δὲ σαόφρονα θυμὸν ἀκαλλέϊ κάλλεϊ μορφῆς Σταθμῶμ'. Ἀσβολόεις μή σε γράφοι Βελίας· Ἢ γὰρ τέφραν ἔθηκαν ὅλην, ἢ καπνὸν ἔχευε, Τόσσον ἀεικίσσας τέρψιος ἀντὶ τόσης. 901 Οὐ χρυσὸς λιθάκεσσι διάπλοκος ὄμματα βάλλων Αὐγαῖς ἠερίαις, τίμιος εὐγενέταις· ∆ειροπέδη στήθεσσι περίτροχος, οὖας ἀτίζων Ἄχθεϊ μαργαρέῳ ἀμφιπερικραδάων· Οὐδ' ὅσος ἀμφὶ κάρηνον ὑπέρτατος, οὐ πολύχρυσος Ἐσθὴς, λεπταλέων δαίδαλα ἔργα μίτων, Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Οὐδὲ παρειάων φάρμακα λευγαλέα, Κόσμος θηλυτέραις· οὐ χείλεα πορφυρόεντα, Οὐ γραπτῶν βλεφάρων ὀφρὺν ὕπερθε φέρειν Κυανέην, διεράς τε κόρας ἔντοσθεν ἑλίσσειν, Οὐκ ὀπὶ θρυπτομένῃ εὐμενὲς οὖας ἄγειν, Οὐδὲ χέρας τε πόδας τε φίλῳ καὶ ἡδέϊ δεσμῷ 902 Χρυσῷ σφιγγομένην, δούλιον εὖχος ἔχειν, Οὐδὲ μύροις μαλακοῖσι τεὸν δέμας, ἠὲ κάρηνον Χρίεσθαι (νεκροὺς ἀμφιέπουσι γύπες) Μηδὲ μὲν ἐν στομάτεσσι τεοῖς ἄβρωτον ἐδωδὴν Μαλθάσσειν, δονέουσ' ἔνθα καὶ ἔνθα γένυν, Οἷα περιφρονέουσα σαόφρονας· ἐκ δ' ἄρ' ὀδόντων Πέμπειν καὶ διερῶν ἀφρὸν ἀπὸ στομάτων. Μηδὲ δίφρων στεροπῇσιν ἀγάλλεο, μὴ παραφαίνειν Εἶδος ἀπὸ σχιστῶν δαιδαλέων διθύρων, ∆ερκομένη λεύσσοντας· ἀείρεο μὴ θεραπόντων Πληθύϊ, μὴ δμωαῖς εἰκόσι σῆς κραδίης. Εἴαρος ἄγγελοί εἰσι χελιδόνες, ἄνθος ὀπώρης, ∆εσποίνης δμωαί· καὶ τόδε φράζεό μοι. 903 Τῶνδε γὰρ εἰ καὶ ἕκαστον ἀκοσμίη τις ἐλαφρὴ, Πάντα γ' ἄμ' ἀλλήλοις ἔμπεδός ἐστι μόρος. Ἄνθος ἕν ἐστι γυναιξὶν ἐράσμιον, ἐσθλὸν ἔρευθος, Αἰδώς. Τοῦτο γράφει ζωγράφος ἡμέτερος. ∆ώσομεν, εἰ ποθέεις, καὶ δεύτερον· ὦχρον ἐφέλκοις Κάλλεϊ σῷ, Χριστοῦ τηκομένη καμάτοις, Εὐχαῖς τε στοναχαῖς τε καὶ ἤμασι νυξί τ' ἀΰπνοις· Ταῦτα καὶ ἀζυγέων φάρμακα, καὶ ζυγίων. Χρώματα μὲν τοίχοισι παρήσομεν, ἠδὲ γυναιξὶ Ταῖς, ὁπόσαις λύσση βόρβορός ἐστι νέων. Κεῖναι καὶ σκιρτῷεν ἀναιδέα καὶ γελόῳεν, Ἡμῖν δ' οὐδ' ὁράαν μαχλάδας ἐστὶ θέμις. Ὁ τρόπος ἐστὶ γυναιξὶ τὸ τίμιον, οἴκαδε μίμνειν 904 Πλείονα, καὶ θείοις προσλαλέειν λογίοις, Ἱστῷ τ' ἠλακάτῃ τε· τὸ γὰρ γέρας ἐστὶ γυναικῶν ∆μωαῖς ἔργα νέμειν, δμῶας ἀλευέμεναι, Χείλεσι δεσμὰ φέρειν, καὶ ὄμμασιν ἠδὲ παρειαῖς, Μηδὲ πόδα προθύρων πολλάκις ἐκτὸς ἔχειν· Χαίρειν θηλυτέρῃσι σαόφροσιν, ἀνδρὶ δὲ μούνῳ, Τῷ μίτρην θεόθεν λύσαο παρθενικήν. Καὶ τῷ μέτρα φέρειν σύ γε θάρσεος, ὥς κεν ὀπάζοις Πίστιν, ὅτι ξείνων τῆλε μένεις φαέων. Τίς πρῶτος χροίησε Θεοῦ πλάσιν; ὣς ἀπόλοιτο Πρῶτος ἀναιδέην χρώμασιν ἐγκεράσας. Ὡς δ' ὁπότ' ἀρνευτῆρες ἀναιδέες, ἄνδρες ἄνανδροι, Εἴδωλον μορφῆς ἔνδοθι κευθομένης Ἔκτοθεν ἐστήσαντο, τὰ δ' ἕσπεται, ὅσσ' ἐπέοικεν Ἅλματα, καὶ λιγυρῶν αἰσχρὰ λύσις μελέων, 905 Ἀνδράσιν ἀφραδέεσσιν ἑαδότα, ὡς ἄρα ταί γε, Ἑσσάμεναι μορφὴν ἔκτοθεν ἀλλοτρίην, Κωμικὸν, οὐχ ἱερὸν αἰδοῦς σκέπας, ἔνθεν ἔπειτα Κίνυνται μορφῆς ἄξια δαιδαλέης. Τῇ περιμοχθίζουσι θύραι, κληῗδες, ἔσοπτρα, Φάρμακα, φαρμακίδες, ἄτρομον οὐδὲ τέγος. Ταῦτ' εἰδογραφίης κενεαυχέος· ἀκομίης δὲ Οὐδὲν ἀμοχθότερον σώφρονος ἀγλαΐης. Εἰ δὲ σὺ κάλλεϊ τόσσον ἐπιπλάστῳ βλεμεαίνεις, Οὔ ποτ' ἂν ἀπλάστῳ σώφρονα θυμὸν ἔχῃς. Ἑσθὴρ εἶδος ἔτευξεν ἐράσμιον· ἀλλὰ τί κείνης Ἔργον ἀριπρεπίης; ἔθνος ἔμεινεν ὅλον. Γράψε ποτ' ὄμματα πόρνης Ἰεζάβελ ἀγριόθυμος, πόρναις Λοῦσέ γε μὴν πόρνας αἵματι πορνιδίῳ. 906 Σοὶ δ' οὔτ' ἔργον ἄνακτος ἑλεῖν χόλον, οὔτ' ἐνὶ Μοῖραν ἔχεις· τῷ μοι φείδεο σωφροσύνης. Οὐ τρομέεις ἱερῆας ὑποκλίνουσα κάρηνον, Σκηνὴν ἀμφιθέτοις εἴδεσι λαμπομένην; Οὐδὲ χέρες φρίσσουσιν, ἐπὴν ἐς μύστιν ἐδωδὴν Τείνεις, αἷς σὺ γράφεις πένθιμον ἀγλαΐην; Πῶς δὲ σύ γ' ἀθλοφόροισιν, ὅσοις ἵστησι