1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

38

ἀλλήλαις εἶξαν ἐπεσσύμεναι. Νὺξ ἦμαρ κατέπαυσε, τὸ δ' ἤχλυσεν ἠέρα χεῖμα. Ἄστρασιν ἠέλιος, ἠελίῳ δὲ νέφος Κάλλος ἀπημάλδυνε, παλίζωος δὲ σελήνη· Αὐτὰρ ὅγ' ἡμιφανὴς οὐρανὸς ἀστερόεις Καὶ σύ ποτ' ἀγγελικοῖσιν, Ἑωσφόρος, ἦσθα χοροῖσι, Βάσκανε, νῦν δ' ἔπεσες αἶσχος ἀπ' οὐρανίων 765 Ἵλαθί μοι, βασίλεια κεδνὴ, Τριὰς, οὐδὲ σὺ πάμπαν Γλῶσσαν ἐφημερίων ἔκφυγες ἀφραδέων. Πρόσθε Πατὴρ, μετέπειτα Πάϊς μέγας, αὐτὰρ ἔπειτα Πνεῦμα Θεοῦ μεγάλου, βάλλετ' ἐπεσβολίαις. Ποῖ στήσεις με φέρουσα κακοφραδὲς ἔνθε μέριμνα; Ἵστασο. Πάντα Θεοῦ δεύτερα. Εἶκε λόγῳ. Οὐ δέ με μαψιδίως τεῦξεν Θεός. Ἔμπαλιν ᾠδῆς Ἵσταμαι· ἡμετέρης τοῦτ' ὀλιγοφρενίης. Νῦν ζόφος, αὐτὰρ ἔπειτα λόγος, καὶ πάντα νοήσεις, Ἢ Θεὸν εἰσορόων ἢ πυρὶ δαπτόμενος. Ὥς μοι ταῦτ' ἐπάεισε φίλος νόος, ἄλγος ἔπεσσεν. Ὀψὲ δ' ἀπὸ σκιεροῦ ἄλσεος οἴκαδ' ἔβην, Ἄλλοτε μὲν γελόων ἑτερόφρονα, ἄλλοτε δ' αὖτε Κῆρ ἄχεϊ σμύχων, μαρναμένοιο νόου. 766

ΙΕʹ. Περὶ τῆς τοῦ ἐκτὸς ἀνθρώπου εὐτελείας. Τίς γενόμην; τίς δ' εἰμί; τί δ'

ἔσσομαι οὐ μετὰ δηρόν; Πῆ δὲ φέρων στήσεις πλάσμα μέγ', Ἀθάνατε, Εἴ τι μέγ', ὡς μὲν ἔγω γε ὀΐομαι, οὐδὲν ἐόντες, Ὀφρὺν μαψιδίως τείνομεν ἡμέριοι. Εἰ τόδε μοῦνον ἔοιμεν, ὅσον πλεόνεσσι πέφανται, Ζωῆς δ' ὀλλυμένης, μηδὲν ἔχοιμι πλέον. Πόρτις μὲν διάλυξεν ἑὸν κευθμῶνα τεκούσης, Καὶ σκαίρει, γλυκερόν τ' οὖθαρ ἀνακραδάει. Καὶ τριετὴς ζυγὸν ἦρε, καὶ εἴρυσεν ἄχθος ἀπήνης, Αὐχένα δ' αὐχενίῳ κάρτεϊ μίξε μέγαν. Νεβρὸς δ' αἰολόδερμος, ἐπὴν διὰ γαστρὸς ὀλισθῇ, Αὐτίκα μητρὸς ἑῆς πὰρ ποδὶ θῆκε πόδα, 767 Φεύγει δ' ὠμοβόρους τε κύνας, καὶ ἵππον ἐλαφρὸν, Καὶ λόχμης πυκινῆς κεύθεται ἐν λαγόσιν. Ἄρκτοι δ', οὐλομένων τε συῶν γένος, ἠδὲ λέοντες, Τίγρις τ' ἠνεμόεις, παρδαλίων τε μένος, Αὐτίκα φρίξεν ἔθειραν ἐπήν κε σίδηρον ἴδηται, Φρίξεν, καὶ κρατεροὺς ἆλτ' ἐπὶ θηρολέτας. Ἄρτι δέ τ' ἄπτερος ὄρνις, ἐΰπτερος οὐ μετὰ δηρὸν, Ἠέρα δινεύει πολλὸν ὕπερθε δόμου. Ξουθὴ δ' αὖτε μέλισσα λίπε σπέος, οἶκον ἔτευξεν Ἀντίθετον, γλυκεροῦ πλῆσε γόνοιο δόμον. Πάντα δέ τ' εἴαρός ἐστιν ἑνὸς πόνος, αὐτομάτη δὲ Πᾶσι τροφὴ, γαίης δαῖτα χαριζομένης. Οὐ πόντον τέμνουσιν ἀπηνέα, οὐκ ἀρόυσιν, Οὐ ταμίαι κείνοις, οὐδὲ κυπελλοφόροι. 768 Καὶ πτερὸν ὄρνιν ἔθρεψε ταχὺν, καὶ ἄγκεα θῆρα, Βαιὰ πονησαμένους, φροντὶς ἐπηματίη. Λὶς δὲ μέγας καὶ θῆρα τὸν ἔκτανεν, ὥσπερ ἄκουσα, Λάψας, δαιτὸς ἑῆς λείψαν' ἀποστυγέει. Ἄλλοτε μὲν δαίσαθ' ἑτερήμερος, ἄλλοτε δ' αὖτε Λάψε ποτὸν, βριαρῶς γαστέρι μέτρα φέρων. Τοσσάτιον κείνοισιν ἀμοχθότερος βίος ἐστί· Πέτρη καὶ κλαδεὼν, οἶκος ἀεὶ σχέδιος Ἀρτεμέες, κρατεροὶ, περικαλλέες· ἢν δὲ δαμάσσῃ Νοῦσος, ἀπενθεῖς ἄλκιμον ἆσθμα λίπον. Οὐ γοεροῖς μελέεσσι περισταδὸν, ἄλλοθεν ἄλλος, Μύροντ', οὐδὲ φίλοι κέρσαν ἄπο πλοκάμους. Εἴπω μείζονα μῦθον· ἀταρβέες ἐνθάδ' ὄλοντο, Οὐδὲν ὑποτρομέει θὴρ κακὸν, εὖτε θάνῃ. 769 Ἄθρει καὶ μερόπων δειλὸν γένος, ὥς κε τόδ' εἴπῃς, Ἦ ῥ' ἐτεὸν μερόπων οὐδὲν ἀκιδνότερον. Ῥοιῆς μὲν γόνος εἰμὶ, μόγῳ δέ με γείνατο μήτηρ. Ἐθρέφθην πολλοῖς καὶ στυγεροῖς καμάτοις. Ἀγκὰς ἔχεν μήτηρ με, γλυκὺν πόνον· αὐτὰρ ἔπειτα Γαῖαν ἐπεξεόμην, ἄλγεσι τειρόμενος. Ἔνθεν ἔβην τετράκωλος ἐπ' οὔδεος. Ἔνθεν ἀέρθην Ἴθμασιν ἐν τρομεροῖς, κλεπτόμενος παλάμαις. Ἔνθεν νοῦν ὑπέλαμπον ἀναυδέος ἴχνεσι φωνῆς. Ἔνθεν δ' αὖ μύθων δάκρυσ' ὑφ' ἡγεμόσιν. Εἰκοσέτης συνάγειρα μένος, καὶ πήμασι πολλοῖς Πρόσθεν ὑπηντίασα, ὥς τις ἀεθλοφόρος. Ἄλλα μὲν ἔστιν ἐμοί γε· τὰ δ' ᾤχετο, τοῖς δὲ μογήσεις, Εὖ τόδ', ἐμὴ ψυχὴ, ἴσθι, περῶσα βίον, 770 Ὁλκὸν ἀπιστότατον, ῥόον ἄγριον, οἶδμα θαλάσσης, Τῇ καὶ τῇ πυκινοῖς πνεύμασι βρασσόμενον. Πολλὰ μὲν ἀφραδίῃσι τινάσσομαι· ἄλλα δὲ δαίμων Ζωῆς ἡμετέρης ἤγαγεν ἀντίπαλος. Εἰ γάρ κεν ὅσα τερπνὰ καὶ ὁππόσα λυγρὰ βίοιο Ἀντιταλαντεύοις, μέσσα τάλαντ' ἐρύων, Πολλόν κεν βρίθουσα κακῶν ἐπὶ γαῖαν ἴκοιτο Πλάστιγξ, ἡ δ' ἀγαθῶν, ἔμπαλιν ὕψι θέοι.