1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

46

λόγον κόπτουσα καὶ πυκνουμένη, Λυσσῶδες ἄσθμα, καὶ φρύαγμ' ἀσχημονοῦν, Μυκτὴρ πλατύς τε καὶ πνέων ὅλην ὕβριν. Κρότοι τε χειρῶν, καὶ ποδῶν ἐξάλματα, Κύψεις, στροφαὶ, γέλωτες, ἱδρῶτες, κόποι· 821 Τίνος κοποῦντος; οὐδενὸς, πλὴν δαίμονος. Νεύσεις ἄνω τε καὶ κάτω, λόγου δίχα, Γνάθοι φυσώμεναί τε καὶ ψοφούμεναι, Ὡς δή τις ἅλως· παιομένη τε δακτύλοις Ἡ χεὶρ ἀπειλεῖ, καὶ ψόφων προοίμιον. Καὶ τἀπὶ τούτοις τίς παραστήσει λόγος; Ὕβρις, ἀραγμὸς, αἰσχρότης, ψευδορκίαι, Γλώσσης ζεούσης δαψιλῆ ῥαντίσματα, Οἷον θάλασσα, ἐξαχνιζούσης πέτρας. Λέγει κακὸν τὸ μέν τι, τοῦδ' ὁρμὴν ἔχει, Τῷδε στενοῦται, καὶ παραυτίκ' ἀγνοεῖ. Καὶ τοῖς παροῦσιν ἠρεμοῦσι δυσφορεῖ· Ζητεῖ τὰ πάντα συνδονεῖσθαι τῷ κλόνῳ. Αἰτεῖ κεραυνοὺς, γίνετ' ἀστραπηφόρος, 822 Αὐτῷ μένοντι δυσχεραίνει τῷ πόλῳ. Τὸ μέν τι ποιεῖ τῶν κακῶν, τῷ δ' ἑστιᾷ Τὸν νοῦν. Φρονεῖ γὰρ, ὡς δράσας ἃ βούλεται. Κτείνει, διώκει, πυρπολεῖ. Τούτων δὲ τί; Οὕτω τυφλόν τι καὶ μάταιον ἡ ζέσις! Ἄφωνός ἐστιν, ἀσθενὴς, βοηλάτης, Ῥήτωρ, Μίλων, τύραννος ἡμῖν ἀθρόως. Ὁ δυσγενής τε καὶ πένης, τὸν εὐγενῆ, Τὸν εὐποροῦντα, δυσγενέστατον καλεῖ, Πένητα· δουλόμορφον, ἡ λώβη βροτῶν, Τὸν ἄνθος ὥρας· δυσκλεῆ τὸν εὐκλέα, Ὁ μηδ' ὅς ἐστι, μήθ' ὅθεν, λέγειν ἔχων. Οὐκ οἶδα κλαυθμὸς, ἢ γέλως τὸ δρώμενον. Πᾶν ὅπλον ἐστὶ τῷ χόλῳ, καὶ μὴ παρόν. 823 Πίθηκός ἐστι, καὶ Τυφωεὺς γίγνεται. Ἀποστρέφει τὴν χεῖρα, κυρτοῖ δακτύλους, Ζητεῖ λόφον τιν', ἢ τὸν Αἰτναῖον πάγον, Ὡς σφενδονήσων καὶ μακρὰν βίᾳ χερὸς Ὁμοῦ βέλος τε καὶ τάφον τῷ δυσμενεῖ. Τί πῦρ ἐφέξει τὴν ὕβριν, χάλαζα τίς; Ὅταν κενώσῃ τῶν λόγων τὰς σφενδόνας, Αἱ χεῖρες εὐθὺς, ἀγχέμαχοι προσβολαὶ, Μάχη βία τε, καὶ κρατεῖ τοῦ δυσμενοῦς. Ὁ δυστυχέστερός τε καὶ κρατούμενος. Ἧτταν γὰρ οἶδα τὸ κρατεῖν ἐν χείροσι. Ταῦτ' οὐχὶ δαίμων; καὶ πέρα, πλὴν πτώματος. Καὶ πτώματ' εἶδον ἔστιν ὧν δονουμένων, Ὅταν φέρωνται τῇ φορᾷ τοῦ πνεύματος. 824 Ταῦτ' οὐκ ἀλλοτρίωσις ἐνδήλως Θεοῦ; Πῶς δ' οὔ; Θεοῦ γὰρ τὸ πρᾶον καὶ ἥμερον, Οὗ καθυβρίζειν οὐ καλὸν τὴν εἰκόνα, Μορφὴν ἐπεισάγοντας ἀγνοουμένην. Οὐδὲν τοσοῦτον ἡμῖν ἡ ἐμπληξία, Οὔπω τοσοῦτον αἱ νόσοι τῶν σωμάτων. Ταῦτ' οὐχ ἑκόντων, ἀλλὰ δυστυχῶν πάθη, Εἰ καὶ πονηρὰ, καὶ παροῦσι δάκνομαι (Τὸ γὰρ παρόν πως τοῖς κακουμένοις πλέον) Οἴκτου τε μᾶλλον ἢ κατάρας ἄξιον. Καὶ τῶν κακῶν τὸ δῆλον ἀσφαλέστερον· Τὸ δ' οὐ δοκοῦσι προσπεσὸν, λυμαίνεται. Μέθη κακὸν μέν· πῶς γὰρ οὔ; τίς δ' ἀντερεῖ; Καὶ τοῦθ' ἑκόντων· οἱ γὰρ ὧν ἐστ' αἴτιον 825 Οὐκ ἀγνοοῦντες, ἀλλ' ὅμως ἡττώμενοι, Αὐτοὶ προδήλως τοῦ κακοῦ γεννήτορες. Ἀλλ' οὖν ἐκεῖ μὲν τοῦ κακοῦ τὸ δυσχερὲς, Γέλως, ὃν εἷς ἔπαυσεν ὕπνος αὐτίκα. Θυμοῦ δ' ὑπερκλύσαντος, εἰ χεῖρον, λέγε, Τὶ τῶν ἁπάντων οἶδας, ἤ τι φάρμακον; Ἄλλοις μέν ἐστιν εἰς φρένας πεσὼν Θεός· Θυμὸς δὲ πρῶτον τῷ Θεῷ φράσσει θύρας, Ἅπαξ ὑπερσχών· ἡ δ' ὑπόμνησις Θεοῦ, Χεῖρον· συνάπτει καὶ Θεὸν ταῖς ὕβρεσιν. Αὐτῷ λίθους ποτ' εἶδον, ὢ δεινοῦ πάθους! Ῥιπτουμένους, κόνιν τε καὶ πικροὺς λόγους. Τῷ ποῦ, τίσι τε καὶ ὅπως ἁλωσίμῳ; Νόμοι παρωθοῦνται, οὐ διεγνώσθη φίλος, Ἐχθρὸς, πατὴρ, γυνή τε, συγγενεῖς, ἴσα. 826 Μιᾶς φορᾶς ἅπαντα, χειμάῤῥου θ' ἑνός. Ἢν καί τις ἐνστῇ, τὸν χόλον μεθείλκυσεν Εἰς αὑτὸν, ὥσπερ θηρίον ψοφήμασιν, Αὐτός τε χρῄζει συμμάχων ὁ σύμμαχος. Τούτοις μὲν οὖν μάλιστα κάμπτεσθαι λόγοις· Οὐ γὰρ δεήσῃ πλειόνων, ἂν εὖ φρονῇς. Εἰ δ' ἔστ' ἐπῳδῆς χρεία σοι καὶ μείζονος, Βίους σκόπει μοι τῶν πάλαι καὶ τῶν νέων, Ὅσοι ποτ' ἔσχον ἐκ τρόπου παῤῥησίαν, Τίνες μάλιστα προσφιλέστατοι Θεῷ Τί πρῶτον, ἢ μέγιστον ἐξησκηκότες, Μωσῆς ἐκεῖνος, Ἀαρὼν, οἱ φίλτατοι, ∆αυὶδ, Σαμουὴλ, εἶτα Πέτρος ὕστερον; Οἱ μέν γε μαστιχθεῖσαν Αἴγυπτον τόσαις Πληγαῖς ἀσωφρόνιστον εἶχον· ἀλλ' ὅμως 827 Φειδοῖ προσήγονθ' ὡς τὸ Φαραὼ θράσος, Ἕως ἐπεκλύσθησαν ἐκ τῆς ὕβρεως, Οἷς μὴ τὸ μακρόθυμον ἤνεγκεν σέβας, Ὡς ἂν μάθωσι πάντες αἰδεῖσθαι τόδε. Κρεῖσσον θρασὺν γὰρ ἢ πρᾶον περιφρονεῖν. Αἰνῶ Σαμουὴλ, ὅς ποθ' ὕβριν δυσφορῶν,