1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

27

σώματος. Μίξις μὲν ἥδε πλάσματος τοῦ τιμίου, 689 Ὃν κόσμον ἄλλον οἴομ' ἐν μακρῷ μέγαν. Ὡς ἂν δὲ, φωτὶ πλημμυρῶν καὶ τῷ καλῷ, ∆ῴη τι κἀμοὶ τοῦ καλοῦ, ἔργον τ' ἐμὸν Ἦ τῷ θελῆσαι, τῆς ἄκρας ἀμφοῖν βίοιν Τότε δὴ προδείξας καὶ διαστείλας λόγῳ, Προσθεὶς βοηθὸν τὸν νόμον τῷ πλάσματι, Αὐθαίρετόν μ' ἔθηκεν ἐργάτην καλοῦ, Ὡς ἐκ μάχης τε καὶ πάλης στέφη φέρειν· Κρεῖσσον γὰρ, ἢ ζῇν τερμόνων ἐλεύθερον. Οὗτος λόγος σοι τῆς ἐμῆς συμπήξεως. Ἡ δὲ στροφαῖς μὲν ἐνθάδε πλείσταις ἀεὶ ∆ονεῖτ', ἄνω τε καὶ κάτω στροβουμένη, Μέση πονηρῶν πραγμάτων καὶ δεξιῶν, ∆ι' ὧν πυροῦται καὶ δοκιμάζετ' ἀθλία, 690 Ὡς χρυσὸς ἐν ἄνθραξι τοῖς καθαρτικοῖς. Ἀλλ' ὕστερον πραχθήσεθ' ὧν ἐσπείραμεν Καρποὺς, δικαίῳ τοῦ Θεοῦ κριτηρίῳ, Ληνοί θ' ἕτοιμοι τῶν βίβλων λαβεῖν θέρος. Οὕτω δὲ τούτων κειμένων, ὁ μὲν νόμον Τηρῶν, Θεοῦ τε μοῖραν ἣν ἔχει σέβων, Ἐν παντί τ' ἔργῳ καὶ λόγῳ καὶ νοῦ στροφῇ Ἄχραντος ὡς μάλιστά τ' ἠπατημένων. Καὶ τῷ ῥέοντι μηδὲν ἰλυσπώμενος, Ἕλκων δὲ τὸν χοῦν ἔμπαλιν πρὸς οὐρανὸν, (Ὢ τοῦ μεγίστου καὶ σοφοῦ μυστηρίου!) Θεὸς γενέσθαι, τῶν πόνων ἕξει γέρας, Θεὸς θετὸς μὲν, ἀλλ' ἄκρου φωτὸς γέμων, Οὗ τῇδ' ἀπαρχὰς μετρίως ἐδρέψατο. 691 Ὅστις δὲ δεσμοῦ πρὸς τὸ χεῖρον καὶ πλοκῆς Νεύσας, ὁμόσπονδός τε τοῖς κάτω φανεὶς, ∆οῦλός τε σαρκὸς καὶ ῥέουσι προσφιλὴς, Τὴν θείαν εὐγένειαν ὑβρίζει βίῳ, Κἂν ὡς μάλιστα εὐδρομῇ τοῖς ἀστάτοις, Κούφοις ὀνείροις καὶ σκιαῖς γαυρούμενος, Πλουτῶν, τρυφῶν τε καὶ θρόνοις ἐπηρμένος, Φεῦ τοῦ ταλάντου τῶν ἐκεῖθεν μαστίγων! Ἦ τῶν κακῶν τὸ πρῶτον ἐκ Θεοῦ πεσεῖν. Ταῦτ' οὖν ἀκούων καὶ πεπεισμένος σύ γε, Τὴν δεξιὰν βάδιζε, τὴν φαύλην δ' ἔα, Εἰ μοί τι πείθῃ γνησίῳ παραινέτῃ. Λῷον δὲ πείθεσθ' οἶδα, καὶ δέξῃ λόγον. Τριῶν γὰρ ὄντων, ὡς λέγουσιν οἱ πάλαι, 692 Οἷς τὸν ἀγαθὸν σύμβουλον ὡπλίσθαι χρεὼν, Ἐμπειρίας τε, φιλίας τε, καὶ παῤῥησίας, Τούτων ἂν οὐδὲν ἡμῖν εὕρῃς ἐνδεές. Ἐμπειρίας μὲν εἰς τοσοῦτον ἤλασα, Ὅσον περ εἰκὸς τοὺς πονήσαντας μακρὰν Χρόνῳ τε πολλῷ προσλαλήσαντας σοφῶν Βίβλοις, θεοπνεύστων τε δογμάτων λόγοις, Πηγῇ γλυκείᾳ σώφροσί τ' ἀρυσίμῳ, Ὧν καὶ βάθος τι μικρὸν ἐξηντλήσαμεν. Τοῦ δευτέρου δ' ὧν εἶπον, εὐνοίας λέγω, Πίστις μεγίστη· ταῦτα γάρ σοι βούλομαι Ἃ πρόσθ' ἐμαυτῷ, φίλτατε, παρῄνεσα, Ἡνίκα λογισμοὶ κινδύνοις συνέδραμον Πικρᾶς θαλάσσης, οἷς συνήχθην πρὸς Θεόν· 693 Φόβος γὰρ ἀρχὴ πολλάκις σωτηρίας. Παῤῥησίας δὲ μὴ λάβῃς πεῖράν ποτε, Μήτ' οὖν ἐμῆς γε, μήτε τούτων σοι ξένων· Ἀλλ' οὐδὲ λήψῃ τοῖς ἐμοῖς πεισθεὶς λόγοις· Ἔσῃ γὰρ αἴνων, οὐ ψόγων ἐπάξιος. Ἐπεὶ δὲ ταῦτα, δεῦρό μοι σαυτὸν δίδου, ∆ὸς, καὶ Θεῷ δώσωμεν, ὃν λήψῃ δοθείς. Φύσις γὰρ αὕτη τοῦ διδόντος γίνεται. Σκοπῶν δ' ἂν οὕτω τῆς ἀληθείας τύχοις. Εἰσὶ δέ τινες καὶ παρ' Ἕλλησι σοφοὶ, Οὐ μὴν σοφοί γε· πῶς ἂν εἴποιμεν σοφοὺς Τοὺς τὴν κρατίστην φύσιν ἠγνοηκότας, Θεὸν, τὸ πάντων αἴτιον πρῶτον καλῶν; Οὗ καὶ φύσις γε τοῖς φρονοῦσι πρόξενος, 694 Τάξις θ' ὁρωμένων τε καὶ νοουμένων· Τοὺς δ' ἢ τελείως ἐκβαλόντας τοῦ λόγου Τὸ Θεῖον, ἢ πρόνοιαν ἐξηρνηκότας, Ἢ μέτρα θέντας, μὴ κάμοι σώζων Θεός. Ὧν οἱ μὲν ὄψει χρώμενοι διδασκάλῳ, Ἄστροις ἔδωκαν τοῖς ὁμοδούλοις τὸ κράτος, Οἷς πάντ' ἄγουσιν, ἠγμένοι λίαν κακῶς· Ἄλλοι δὲ προσεκύνησαν αἴσχη κνωδάλων, Πλέον πεσόντες· οἱ δὲ δαιμόνων σκιὰς, Μύθους τ' ἀνεῦρον τῶν παθῶν συνηγόρους, Στήλας τ' ἔθεντο τῆς ἀνοίας ἀξίας, Ἱδρύμαθ' ὕλης, καὶ χερὸς ποιήματα. Τίς οὖν τοσοῦτον ἄσοφος, ὡς τούτους σοφοὺς Θέσθαι; Ὅμως ἔστωσαν, εἰ δοκεῖ, σοφοί. 695 Τούτους ἂν εὕροις τοῖς μὲν ἄλλοις δόγμασιν Ἀσυνθέτους τε καὶ διεστῶτάς τισι Τοῖς περὶ νοητῶν καὶ ὁρωμένων λόγοις, Θεοῦ προνοίας, ἰδεῶν χ' εἱμαρμένης, Ὕλης ἀπείρου, συνθέσεώς τε σωμάτων, Ψυχῆς, νοός τε καὶ πλάνης αἰσθήσεων· Ἐξ ὧν Στοαί τε καὶ προσώπων ὀφρύες, Ἀκαδημίαι τε καὶ πλοκαὶ Πυῤῥωνίων, Σκέψεις, ἐφέξεις, τεχνικῶν ληρήματα· Ἀσυνθέτους μὲν ταῦτα, πάντας δ' ἐξ ἴσου Ἐπαινέτας δὲ τοῦ καλοῦ καὶ σύμφρονας,