1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

6

καὶ σὸς πόθος. Ἡμιτελὴς γὰρ, Στέργων οὐ ψυχὰς τεκέων, τὰ δὲ σώματα μοῦνα, Οἷς δάκνῃ μογέουσι, καὶ οἷς θαλέθουσι γέγηθας. Πλείονα γὰρ τυτθῇσι πατὴρ καὶ πότνια μήτηρ Ὧν τεκέων λώβῃσιν ἑὸν καταδάμναται ἦτορ, Ἢ μεγάλαις ψυχῶν κακίαις καὶ χείροσι λώβαις. Τῶν μὲν γὰρ τοκέες, τῶν δ' οὐ τελέθουσι τοκῆες. Εἰ δέ σε μητέρ' ἐγὼ καλέω, κἀπὶ χείρονι μοίρῃ, Πῶς σύ γ' ἀρειοτέρου φθονέεις πατρὸς ἠϊθέοισιν; Ὡς μεγάλῳ γενετῆρι βροτῶν ἐθέλουσ' ὑπόεικε 553 Παρθενίην τίουσα, Θεὸν πατέρ' ἀμφιέπουσαν. Μητέρι μὲν δὴ τοῖα, καὶ ἄρκιος ἐνθάδε μῦθος. Αὐτὰρ ἐγὼ, φίλα τέκνα Θεοῦ, πάντων βασιλῆος, Τόνδε νόμον τίουσα, ὁμοφροσύνην ἐρατεινὴν Πρὸς Θεὸν οἶον ἔμιξα, χοὸς δ' ἀπέλειπον ἔρωτα, Ὃν πάϊς ἀθανάτοιο Πατρὸς ἐστήσατ' ἄνωθεν, Ἐκγεγαὼς ἀδέτοιο, καὶ ἄφθιτος οὐ φθινύθοντος, Ἐξέτι τοῦ, ὅτε πρῶτον Ἀδὰμ θέτο ἐν παραδείσῳ Ἄζυγα, καὶ μετέπειτα διδοὺς νόμον ἥγνισε λαὸν, Καὶ τοκετοὺς ἐκάθηρε νόμῳ, καὶ νηὸν ἔτισε Σώμασιν ἀγνοτάτοισιν ἀμοιβαδίων ἱερήων. Μάρτυς Ἰωάννοιο πατὴρ μέγας, οὔτι πάροιθε Σπερμήνας φίλον υἷα, τὸν ἔνδοθι δέξατο νηοῦ, 554 Τὸν Χριστοῦ μεγάλοιο προάγγελον ἡμερίοισι, Πρίν γε Θεῷ τελέσαι μυστήρια ἤμασιν ἁγνοῖς. Τοῦ δὲ νόμοιο τέλος Χριστὸς, μερόπεσσι κερασθεὶς Παρθενικῆς ἀπὸ γαστρὸς, ὅπως γάμος ἐς χθόνα νεύσῃ. Καί ῥ' ὁ μὲν ὣς ὑπόειξεν, ὁ δ' ἔγρετο κόσμος ἀρείων, Καὶ μόρος ἀρχεγόνοιο λυτῆς διὰ σαρκὸς ὁδεύων, Ῥοιῇ τικτομένοισι, καὶ ὀλλυμένοισι γενέθλῃ, Παρθενίῃ γ' ἐνέκυρσε, καὶ ὤλετο, ὡς ὅτε πέτρῃ Ἀγχιάλῳ μέγα κῦμα, καὶ ὕδατι βοσκομένη φλόξ. Πρὸς τάδε τίς πτολίεσσι καὶ ἀδρανέεσσι νόμοισι, Τίς δ' ἀγορῇσι γέγηθε, καὶ οἴδμασι, καὶ τίς ἀγῶσιν, Οὓς μῦθοι συνέπηξαν ἐπ' ὠκυμόροισιν ἐφήβοις; Τίς στρατὸν ἐν πολέμοισι, καὶ ἐν θαλίῃσι τραπέζας 555 Ἥνεσε; τίς σοφίην κενεαυχέα, ἥ τ' ἐνὶ χερσὶν, Ἥτ' ἐν ἀραχναίοισι λόγοις καὶ πλέγμασι κεῖται, Αὐτοῦ τικτομένοισι, καὶ ἠέρι λυομένοισι; Τίς δ' ἄρα τοῖσι γέγηθε, φυτοσκαφίης τε πόνοισι, Νηός τ' ὠκυάλοιο δρόμῳ κραιπνοῖς ὑπ' ἀήταις; Ταῦτα μὲν οὔτε γάμοιο διδάγματα, τῆς δ' Ἀδάμοιο Τίσιος ἀρχαίης τυτθὸν μέρος, οἷσιν ὑφέρπει Πτέρναν ἐμὴν δοκέων πικρὸς ὄφις. Εἰ δὲ γάμοιο, Ἐῤῥέτω. Οὐ γὰρ ἔμοιγε συνέμπορα πρὸς βίον ἄλλον Ἔνθεν ἐπειγομένῃ, τὰ δέ γ' ὄλβια πάντ' ἀπολεῖται Σήμερον, ἢ κόσμοιο σὺν ἀστατέοντι ῥεέθρῳ Ῥευστὸς γὰρ ῥευστοῖο διεκπεράας βιότοιο, 556 Βαιὸν ἐφαπτόμενός τε παρατροχάων τροχάοντα. Εἰ δὲ σοφοῖσι γέγηθας, ἐπεὶ σέθεν ἐξεγένοντο, ∆έξαι καὶ ἀλιτρῶν κακίην, ὧν ῥίζα τέτυξαι. Ῥίζα Κάϊν, Σοδόμων τε, καὶ οὓς ἐκέδασ' ἐπὶ πύργῳ Χριστὸς ἀτασθαλέοντας, ὕβριν θ' ὧν ἔσβεσεν ὄμβρος Οὐρανόθεν χθόνα πᾶσαν ὁμοῦ πνείουσι καθήρας. Τίς Φαραὼ κακόμητιν, Ἀχὰβ θράσος, Ἀσσυρίων τε Πικροτάτους βασιλῆας ἐθρέψατο; τίς δὲ δίκαιον Αἷμα πότῳ μάχλοις τε κινήμασι δόντα θυγατρὸς Οὔλιον Ἡρώδην, παιδοκτόνον, ἠδὲ φονῆας Χριστοῦ παμβασιλῆος, ὅσοι τ' ἐγένοντο διῶκται Πρόσθεν καὶ μετέπειτα, καὶ ὑστατίοισι χρόνοισι, Ὧν πύματον πρῶτόν τε, κακὸν Βελίαο βέρεθρον, 557 ∆εινὸν Ἰουλιανοῖο κράτος, ψυχῶν ὀλετῆρος, Οὗ θεόθεν πληγέντος, ἐπεὶ μόθον ἤρατο Χριστῷ, Θερμὸν ἔτι ζείουσα κόνις, μέγα τάρβος ἀλιτροῖς· Ἄλλους θ' οὕς περ ἔδωκε βίῳ γάμος, ἠδ' ἔτι δώσει, Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας, Ἅρπαγας ἀλλοτρίων, ξείνης δηλήμονας εὐνῆς, Τίς κεν ἀριθμήσειεν; ἐπεὶ τόδε πᾶσι πέφανται, Ὡς πλείων χρυσοῖο κόνις, πλείους δὲ κάκιστοι Τῶν ἀγαθῶν· καὶ γάρ τε τρίβους περόωσιν ἀνίσους. Τοῖς μὲν γὰρ χθαμαλὴ καὶ ἐπίτροχός ἐστι κακοῖσιν. Οἱ δ' ἀγαθοὶ τέμνουσι προσάντεα. Τοὔνεκεν ἐσθλῶν Πλεῖστον, ὅσον κακίους προφερέστεροί εἰσιν ἀριθμῷ. Εἰ μὲν δὴ λήξειας ἀγαλλομένη τεκέεσσι, 558 Καὶ πηρὸν καλέουσα βίον θεότητος ἑταῖρον, Στήσομεν ἐνθάδε μῦθον. Ἔχοις κλέος ἀμφήριστον. Οὐδὲ γὰρ οὐδ' αὐτὴ φθονέω χθονίῳ γενετῆρι. Εἰ δὲ Θεοῖο λαχοῦσα τὰ δεύτερα, πρῶτα δέδορκας, Φθέγξομαι ἀτρεκέως μὲν, ἀτὰρ θυμαλγέα μῦθον. Τίς πάντων μερόπων τόδ' ἐμήσατο τέκνον ἄριστον Σπερμῆναι; τί δὲ μῆχος ἀνάρσιον υἷα